Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ταύτην [*](9 f Dan. 3, 52 — 11 vgl. Dan. 3, 54 — Dan. 3, 55 — 13 Dan. 3, 54 — 19 Dan. 3, 57 — 23 Jes. 6, 3 L J) [*](3 προφάσει J b τὰ πάντα x003C; J Ι > * καὶ] ül. 10 εἶτα μεθ’ ἔτερα — Χερουβίμ Ζ. 11) Glosse? vgl. Ζ. 13 u. die Wiederaufnahme in Ζ. 14 f * 15 θρόνου] ναοῦ L 16 ὀνομάτων] νοημάτων L Ι νοήσας L 17 ὀνομασμένων J 15 — 17 καὶ λοιπῶν — ὠνομασμένων] wohl Yermengung einer Randbemerkung mit einer ver- derbten Lesart; lies etwa: καὶ ἀπὸ τοῦ ἀριθμοῦ λοιπῶν πάντων τῶν ὠωνομασμένων νοήσῃς * ι τοῖς ἄλλοις < L Ι συναριθμούμενα J 4 δὲ < L 25 <τι> *)

35
γὰρ τὴν γνῶσιν ἦλθεν ὁ μονογενὴς <υἱὸς> τοῦ θεοῦ ἡμᾶς ταύτην τὴν σύνεσιν ἡμῖν ἐκήρυξε τὸ ἄγιον πνεῦμα, ταύτην τὴν τελειότητα ἀπεκάλυψεν ἡμῖν ὁ ποτήρ· ἐν ἀληθείᾳ ταύτην τὴν ζωὴν ἐχαρίσατο ἡμῖν σαρκωθεὶς ὁ Λὀγος, ταύτην τὴν οἰκοδομὴν ᾠκοδόμησεν ἡμῖν τὸ ἅγιον πνεῦμα.

»εἴ τις γὰρ ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσίον ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην‘ καὶ τὰ >. οὐ γὰρ ἔστιν ἄλλος θεμέλιος· »θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ἰησοῦς Χριστός‘, ὁ υἱὸς τοῦ θεοῦ, »οὗ ἐσμεν οἰκοδομή, καὶ οὗ ἔσμεν γεώργιον«, »οἰκοδομηθντες ἐπὶ τὸν θεμέλιον προφητῶν τε καὶ ἀποστόλων‘, τοῦ εἰδέναι τὴν ἡμῶν οἰκοδομὴν στερεὰν οὐσαν ἐν ἀληθείᾳ καὶ τὸν ἡμῶν θεμέλιον ἀεὶ ὄντα καὶ μὴ ἀρξάμενον τοῦ εἶναι.

ἀλλ’ »οὐκ ἐν πᾶσιν ἡ γνῶσις‘ κατὰ τὸν ἀποστολικὸν λόγον, άλλ’ ἐν τοῖς καταξιωθεῖσι πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας εἰδέναι μυστήρια.

αὐτὸς γὰρ ὁ ἀποκαλύψας ἑαυτὸν καὶ τὸν ἑαυτοῦ πατέρα καὶ τὸ ἅγιον πνεῦμα ἐπιμεμφόμενός τινας τῶν ἐν ἀγνωσίᾳ ἔλεγέν οὐκ οἴδατε τὰς γραφὰς οὐδὲ τὴν δύναμιν αὐτῶν« καὶ πάλιν ἀλλαχόθι »ὁ ἔχων ὠτα ἀκούειν ἀκουέτω« καὶ πάλιν »εἰ ᾔδεις τίς ἐστιν ὁ ζητῶν παρὰ σοῦ πιεῖν, σὺ ἂν ᾔτησας‘ τῇ Σαμαρείτιδι ἔλεγε, καὶ πάλιν »πὐκ οἴδατε οἵου πνεύματός ἐστε«.

ἄρα οὖν ἡ γνῶσις οὐκ ἐν πᾶσι«· »χαρίσματα γὰρ ἔχει ἐ̔καστος ἐκ θεοῦ διάφορα( καί φησιν ὁ ἅγιος λόγος »ᾧ δίδοται περισσότερον, περισσότερον ἀπαιτήσουσιν αὐτόν«, ὡς τινῶν μὲν λαμβανόντων βραχύ, τινῶν δὲ οὐδ’ ὅλως, ἄλλων δὲ περισσοτέρως εἰληφότων.

27. Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει ἐξ αὐτῶν τῶν ἐν ταῖς θείαις γραφαῖς εἰρημένων ἔστιν εὑρεῖν. τῆς γὰρ θείας γραφῆς πνευμα- τικῶς <δια>λεγομένης τὰ πλεῖστα, μάλιστα περὶ τῆς ἡμετέρας ζωῆς, γνώσεως δὲ φημι τοῦ κυρίου, ὅσα γὰρ] ἐστὶ βαθύτερα καὶ περισ- σοτέρως τὴν ἡμετέραν ψυχὴν ἀπασφαλιζόμενα ῥήματα, ταῦτα εἰς πρόσκομμα τοῖς τὴν γνῶσιν θεοῦ μὴ κατειληφόσι συμβέβηκεν ,