Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ὅρα δὲ, ἀγαπητὲ ἀδελφέ, πῶς τὰ πάντα ἠρίθμησαν πνεύματι ἁγίῳ φερόμενοι καὶ οὐκ ἠρίθμησαν υἱὸν ἐν τοῖς ποιήμασιν, ἀλλ οὔτε ἄλγιον πνεῦμα, ἀλλ’ ἔγνωσαν τὴν αὐτὴν θεότητα εἶναι ἐν τριάδι καὶ τὴν αὐτὴν τριάδα εἶναι ἐν μιᾷ θεότητι. καὶ ἐδόκασαν πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, μίαν ἁγιστείαν μίαν λατρείαν μίαν θεότητα μίαν δοξολογίαν.

25. Ἀλλὰ πάντως καὶ τοῦτο τολμᾷ ὁ διάβολος κινεῖν ἐν τοῖς ἀνθρώποις, ἀπιστίας τολμηρίαν καταψεύσασθαι τῶν ἁγίων παίδων πλάσαι] καὶ εἴπεῖν· οὐκ ᾔδεισαν εἴπεῖν ὅνομα ἁγίου πνεύματος· Ἰουδαῖοι γὰρ ἦσαν καὶ οὐδὲ υἱὸν ᾔδεισαν, Ἰουδοῖοι ὄντες.

εὐθὺς δὲ οἱ 25n λόγοι ἐλέγχουσι τῶν κακοδόξων τὴν ἀπιστίαν. φησὶ γάρ καὶ ἠν τὸ πρόσωπον τοῦ τετάρτου ὡς πρόσωπον υἱοῦ θεοῦ«. ἰδοὺ ὄνομα υἱοῦ θεοῦ· ἄρα οὐκ ἔστιν ἄγνοια περὶ τούτου * καὶ πρὸ τοῦ χρόνου τοῦ τῆς καμίνου, ὅτι ἐπλήσθη Δανιὴλ πνεύματος ἁγίου καὶ εἶπε καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος αὐτῆς, καὶ ἐπέστρεψαν εἰς τὸ κριτήριον‘ καὶ ἔκρινε τοὺς πρεσβυτέρους πνεύματι ἁγίῳ ἐμφορούμενος.

ἄρα οὖν ᾔδεισαν τὸν υἱὸν καὶ ᾔδεισαν τὸν πατέρα καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ οὐκ ἀγνοίας χάριν οὐκ εἷπον τὰ ὀνόματα, ἀλλ’ ἀσφαλείας ἕνεκα. »εὐλογεῖτε, γάρ >, πάντα τὰ ἔργα κυρίου τὸν κύριον« καὶ οὐκ [*](3 Dan. 3, 57 — – 11 vgl. Dan. 3, 58 ff — 13 Psal. 32, 6 — 25 f Dan. 3, 92 — 28 f vgl. Sus. – 49 (Theod.) — 33 Dan. 3, 57 L J) [*](13 τῷ γὰρ λόγῳ 3 19 ἁγιαστίαν Z 23 Πλάσαι] * Ι ἔδδεισαν J 27 * 〈ἀλλ’ οὐδὲ περὶ τοῦ πνεύματος τοῦ ἁγίου· ἔδεισαν γὰρ καὶ > * 33 > * Ι καὶ οὐκ — τὸν κύριον (S. 34, 2) von erster Hand am untern Rand nachgetragen L Epiphanias I. 3)

34
εἰπον, υἱὸς τοῦ θεοῦ τὸν κύριον οὐδ’ ἐπευλόγει ἅγιον πνεῦμα τὸν κὑριο, ἀλλ’ »εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον..

καὶ μή τις τῶν προφάσεις ἑαυτοῖς θηρωμένων εἴπῃ· ὅτι οὐκ εἶπον Χερουβὶμ ἢ Σεραπίων· λοιπὸν οὐδὲ ταῦτά ἐστιν ἔργα τοῦ θεοῦ. προέλαβε γὰρ ὁ θεῖος λόγος ἀσφαλίσασθαι τὰ πάντα > τῶν τὰς μηχανὰς ἑαυτοῖς ἐπινοούντων, προγινώσκων τὴν εἰς αὐτοὺς καὶ] τοὺς παῖδας λύμην.

τρισσῶς γὰρ τὸν ὕμνον ἐδιπλασίασαν οἱ ἅγιοι παῖδες οἱ αὐτοὶ τὰ κτιστὰ καὶ ποιητά εἰς ὕμνον θεοῦ προβαλλόμενοι καὶ πρῶτον φή- σαντες »εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας‘, εἶτα μεθ’ ἕτερα »εὐλογημένος εἶ ὁ καθήμενος ἐπὶ τῶν Χρουβίμ« καὶ πάλιν »εὐλογημένος εἶ ὁ καθήμενος ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου« καί »εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ«·