Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

23. Κάλει δὲ μοι μάρτυρας τῆς ἀληθείας, κάλει μοι τοὺς παῖδας τοὺς ἀπὸ τῆς καμίνου τῆς Βαβυλωνίας σωθέντας, τοὺς καταξιωθέντας ἐν πυρὶ καταβληθῆναι, μὴ ἀναλωθῆναι δὲ οὐ σβέσαι τὸ πῦρ, ἵνα μὴ ὑποληφθῶσι καινὰ ἔργα ἀντιμηχανησάμενοι, ἀλλ’ ἐν πυρὶ μὲν εἶναι, ἐν πυρὶ δὲ μὴ ἀναλωθῆναι διὰ τὴν ὀρθὴν πίστιν αὐτῶν, τοῦ θεοῦ δι’ αὐτῶν ἡμᾶς διδάσκοντος, τίνα μέν ἐστι τὰ κτιστὰ τίνα δὲ [*](4—6 vgl. Matth. 13, 30 — 8 Matth. 24, 36 — 10 ΙΙ Kor. 3, 6 — 12 vgl. 5, 39 — 25 vgl. Dan. 3 L J 20—24 Sacra Parallela Coisl. 276 f. 25v—26r Rupef. f. 16v 95, 1076 C) [*](4 f ἐπετάχθησαν J 8 <τό> * 12 γὰρ τὸ < J Ι γράμμα + x003C; L 15 οὗτος] οὕτως Pet., Dind. falsch 20 λάβμωεν τὴν σφραγῖδα] ? 21 vor ἀριθμουμένη 1 + <τριὰς> *; vgl. Panarion h. 62, 3, 6 Ι ἀριθμουμένη, < SaPa 22 ἑνὰς] μονὰς Sa Pa 22 f μονὰς ἐν τριάδι καὶ τριὰς ἐν μονάδι 003C; SaPa)

32
τὰ ἄκτιστa, τίνα ἐστὶ τὰ ποιητὰ τίνα τὰ μὴ γενόμενα, τίνα τὰ ἀεὶ ὄντα τίνα δὲ τὰ ἐξ αὐτῶν ὄντα, γενόμενα δέ.

οἱ τοιοῦτοι σωθέντες παὶδες ἠθέλησαν εὐχάριστο ἀποδέξαι γνώμην εἰς τὸν θεὸν τὸν σώσαντα αὐτούς. εἰς ὃν ἀπ’ ἀρχῆς ἤλπισαν καὶ οὐκ ἐδίστασαν καὶ οὐκ ἔκλιναν αὐχένα εἰκόνι καὶ θράσει βασιλέως καὶ τυραννίδι.

καὶ ὅτε ἡθέλησάν τι ἀπονεῖμαι θεῷ ἀνερευνήσαντες τα βάθη τῷ ἁγίῳ πνεύματι ἐν τῇ καρδίᾳ, ἄγιοι ὄντες, διανοηθέντες τε τὸν οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτῷ, τήν τε τῆν καὶ πάντα τὰ ὑπ’ αὐτὴν καὶ πάντα ὅσα ἔστι μὴ ἄξια εἶναι εἰς προσφορὰν θεῷ προενεχθῆναι οὔτε γὰρ εἶχον ἐξουσίαν τὰ ὑπὲρ ἑαυτοὺς θεῷ προσφέρειν),

καὶ κατὰ τὴν ἀξίαν μὲν καὶ κατὰ τὴν ἐξουσίαν θέλοντες μόνον ὕμνοις ὑμνεῖν τὸν θεόν τοῦτο γάρ ἐστι τὸ γεγραμμένον »θύσατε θυσίαν αἰνέσεως« καί »θυσία αἰνέσεως δοξάσει με«), ἤδη μεταβαλόντες τὴν παλαιὰν εἰς καινὴν διαθήκην πνεύματι ἁγίῳ ὑπονυττόμενοι, οὐ ζῴων θυσίας οὐδὲ ὁλοκαυτωμάτων χρείαν ἔχοντες φασὶ γάρ »οὐκ ἔστι τόπος τοῦ καρπῶσαι οὐδὲ θυσία οὐδὲ θυσιατήριον«, ὡς τῶν πάντων περιληφθέντων), ληφθέντων),

βουλόμενοι δὲ τὴν τοιαύτην αἴνεσιν προσφέρειν καὶ ἐασαντες τὴν ἑαυτῶν σμικρότητα ταπεινοφρόνων φέρονται πᾶς γὰρ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται«· μετὰ > τοῦ χαρίσματος τῆς αὐτῶν σωτηρίας λαμβάνουσι ταύτην τὴν δωρεὰν τῆν ταπεινοφροσύνης) καὶ βούλονται τὸν αἶνον θεῷ προσφέρειν καὶ μὴ ἐκκακεῖν.

καὶ ἑαυτοὺς δοκιμάσαντες πρὸς τὴν τοῦ θεοῦ ἄρρητον δοξολογίαν ἀξιοῦσι συμπαραλαβεῖν μεθ’ ἑαυτῶν τὴν κτίσιν εἰς δοξολογίαν καὶ ἄρχονται λέγειν συμπεριειληφότες πᾶσαν τὴν ποίησιν.