Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

οὗτος οὖν ὁ πατὴρ ὁ ἅγιος τὸν μονογενῆ αὐτοῦ υἱὸν γνήσιον, γεγεννημένον ἐξ αὐτοῦ, καὶ τὸ ἅγιον αὐτοῦ πνεῦμα ἔδωκε τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ ἐν μιᾷ γνώσει ὁμονοίας, ἐν ἐνὶ συνδέσμῳ τελειότητος, ὅπως ἐν ὀνόματι πατρὸς τελείου καὶ θεοῦ τὴν σφραγῖδας κομισώμεθα καὶ ἐν ὀνόματι υἱοῦ τελείου καὶ θεοῦ καὶ ἐν ὀνόματι πνεύματος θείου καὶ τελείου λάβωμεν τὴν σφραγῖδα.

ὡ τριὰς ἁγία ἀριθμουμένη, τριὰς ἐν ἑνὶ ὀνόματι ἀριθμουμένη. οὐ γὰρ λέγεται ἑνὰς καὶ δυὰς οὐδὲ μονὰς καὶ μονάς, ἀλλὰ μονὰς ἐν τριάδι καὶ τριὰς ἐν μονάδι, μονοειδῶς μονωνύμως εἷς θεός, πατὴρ ἐν υἱῷ , υἱὸς ἐν πατρὶ σὺν ἀγίῳ πνεύματι.

23. Κάλει δὲ μοι μάρτυρας τῆς ἀληθείας, κάλει μοι τοὺς παῖδας τοὺς ἀπὸ τῆς καμίνου τῆς Βαβυλωνίας σωθέντας, τοὺς καταξιωθέντας ἐν πυρὶ καταβληθῆναι, μὴ ἀναλωθῆναι δὲ οὐ σβέσαι τὸ πῦρ, ἵνα μὴ ὑποληφθῶσι καινὰ ἔργα ἀντιμηχανησάμενοι, ἀλλ’ ἐν πυρὶ μὲν εἶναι, ἐν πυρὶ δὲ μὴ ἀναλωθῆναι διὰ τὴν ὀρθὴν πίστιν αὐτῶν, τοῦ θεοῦ δι’ αὐτῶν ἡμᾶς διδάσκοντος, τίνα μέν ἐστι τὰ κτιστὰ τίνα δὲ [*](4—6 vgl. Matth. 13, 30 — 8 Matth. 24, 36 — 10 ΙΙ Kor. 3, 6 — 12 vgl. 5, 39 — 25 vgl. Dan. 3 L J 20—24 Sacra Parallela Coisl. 276 f. 25v—26r Rupef. f. 16v 95, 1076 C) [*](4 f ἐπετάχθησαν J 8 <τό> * 12 γὰρ τὸ < J Ι γράμμα + x003C; L 15 οὗτος] οὕτως Pet., Dind. falsch 20 λάβμωεν τὴν σφραγῖδα] ? 21 vor ἀριθμουμένη 1 + <τριὰς> *; vgl. Panarion h. 62, 3, 6 Ι ἀριθμουμένη, < SaPa 22 ἑνὰς] μονὰς Sa Pa 22 f μονὰς ἐν τριάδι καὶ τριὰς ἐν μονάδι 003C; SaPa)

32
τὰ ἄκτιστa, τίνα ἐστὶ τὰ ποιητὰ τίνα τὰ μὴ γενόμενα, τίνα τὰ ἀεὶ ὄντα τίνα δὲ τὰ ἐξ αὐτῶν ὄντα, γενόμενα δέ.

οἱ τοιοῦτοι σωθέντες παὶδες ἠθέλησαν εὐχάριστο ἀποδέξαι γνώμην εἰς τὸν θεὸν τὸν σώσαντα αὐτούς. εἰς ὃν ἀπ’ ἀρχῆς ἤλπισαν καὶ οὐκ ἐδίστασαν καὶ οὐκ ἔκλιναν αὐχένα εἰκόνι καὶ θράσει βασιλέως καὶ τυραννίδι.

καὶ ὅτε ἡθέλησάν τι ἀπονεῖμαι θεῷ ἀνερευνήσαντες τα βάθη τῷ ἁγίῳ πνεύματι ἐν τῇ καρδίᾳ, ἄγιοι ὄντες, διανοηθέντες τε τὸν οὐρανὸν καὶ πάντα τὰ ἐν αὐτῷ, τήν τε τῆν καὶ πάντα τὰ ὑπ’ αὐτὴν καὶ πάντα ὅσα ἔστι μὴ ἄξια εἶναι εἰς προσφορὰν θεῷ προενεχθῆναι οὔτε γὰρ εἶχον ἐξουσίαν τὰ ὑπὲρ ἑαυτοὺς θεῷ προσφέρειν),