Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

21. Ἐπεὶ οὖν τοῦ πατρὸς ὁ μονογενὴς πληρῶν τὸ θέλημα *, ἀπέ- [*](5 Gen. 4, 1 — 9 vgl. Gen. 29, 32 — 13 vgl. Gen. 30, 22 14 – 18 I Κön. 1—4 — 20 Niim. 16, 5 II Tim. 2, 19 — 21 Luk. 13, 27 — 22 Arnos 3 L J 26 ff ßt bei Scotus Erigena de divisione natura e p. 83 Gale 1681 Epiphanius . . . in libro, quem de fide scripsit . . . dicens: patrem solummodo nosse futurum iudicium non solum per praescientiam, sed etiam per experimentum. pater siquidem per experimentum cognoscit iudicium, iam enim re ipsa omne iudi- cium dedit filio; ompino enim pater peregit iudicium, dum omne illud dedit filio. lilius vero et seit et nescit iudicium. praescientia namque seit, nondum tamen experimento, et ideo experimento nescit, quia nondum re ipsa factum est iudicium.) [*](2 δὲ < L | γὰρ L 5 Εὔαν <L 8 ἀλλήλοις J 12 <οὐκ> 13 καὶ 1 < J 14 <ἐν> * 16 Σουμανίτης J 17 συνεκοιμάτω J 21 ἔγνω J 22 ἆρ’ L 23 τῶν < J 24 f ἄλλην — πρᾶξιν] οἶδε μὲν κατὰ ἐπιφέρειν εἰδησιν ἄλλην καὶ ἄλλην κατὰ πρᾶξιν καὶ εἴδησιν L 26 * etwa κρίσιν ἔμελλεν ἐπιφέρειν τῷ >)

30
δειξεν ἤδη τὰ πάντα τετελειωμένα, * ἔγνω γὰρ ὁ πατὴρ τὴν ὥραν καὶ τὴν ἡμέραν, ἔγνω αὐτὴν καὶ κατὰ γνῶσιν καὶ κατὰ πρᾶξιν· οἶδε γὰρ αὐτὸς πάντα καὶ ἐν τῷ εἰπεῖν τὸν υἱόν ὁ πατὴρ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ υἱῷ‘ καὶ μὴ κρίνων διὰ μὲν τοῦ δεδωκέναι τῷ υἱῷ αὐτὸς κρίνει· οὐ γὰρ ἠλλοτρίωται ὁ θεὸς ἀπὸ τοῦ κρίνειν τοὺς κρινομένους καὶ ἐν τῷ μὴ κρίνειν τὸν πατέρα ἤδη κέκρικεν.

ὁ δὲ υἱὸς οἶδε πότε ἔρχεται· αὐτὸς γὰρ αὐτὴν φέρει τὴν ἡμέραν καὶ αὐτὸς ὁρίζει καὶ ἄλει καὶ τελεῖ. λέγει γάρ »ὡς κλέπτης ἐν νυκτὶ ἔρχεται ἡ ἡμέρα ἐκείνη« καί φησιν οὐκ ἴστε ἐν νυκτί, ἴνα ἡ ἡμέρα ἐν σκότει ὑμᾶς καταλάβῃ«.

εἰ οὐν οἱ δοῦλοι τοῦ Χριστοῦ ἡμέρας εἰσὶ τέκνα, ἀρα αὐτὸς ὁ υἱὸς <ὁ> φέρων τὴν ἡμἐραν ἀγνοεῖ. ἴνα καταλάβῃ ἡ ἡμέρα καὶ οὐχὶ αὐτὸς μᾶλλον τὴν ἡμέραν φέρῃ; τίς ταῦτα διανοούμενος οὐ βλασφημήσει, τὰ μὴ πρέποντα περὶ πατρὸς καὶ υἱοῦ λογιζόμενος;

καὶ ὁ πατὴρ μὲν οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν κατὰ δύο τρόπους, κατὰ εἴδησιν καὶ κατὰ πρᾶξιν. οἶδε γὰρ πότε ἔρχεται καὶ πάλιν ἤδη κέκρικεν ὁρίσας κρίνειν τὸν τὸν καὶ ἔγνω κατὰ πρᾶξιν.

ὁ δὲ υἱὸς τοῦ θεοῦ οἶδε μὲν πότε ἔρχεται καὶ αὐτὸς φέρει αὐτὴν καὶ οὐκ ἀγνοεῖ, οὔπω δὲ αὐτὴν ἔπραξε κατὰ γνῶσιν, τουτέστι <οὔπω ἔγνω> κατὰ πρᾶξιν. ἔτι γὰρ ἀσεβεῖς ἀσεβοῦσι καὶ ἄπιστοι ἀπιστοῦσι καὶ κακόπλαστοι βλασφημοῦσι καὶ ὁ διάβολος ἐνεργεῖ καὶ ἁμαρτήματα γίνεται καὶ ἡ ἀδικία κρατεὶ καὶ ἡ κρίσις μακροθυμεῖ, ἴως ἂν ἔλθῃ καὶ γνῷ αὐτὴν κατὰ πρᾶξιν καὶ ποιήσῃ τὴν ἐκδίκησιν καὶ σώσῃ τοὺς ἐν ἀληθείᾳ ἐλπίζοντας ἐπ’ αὐτὸν καὶ μὴ . βλασφημοῦντας αὐτοῦ τὴν θεότητα καὶ πατρὸς καὶ ἁγίου πνεύματος.