Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

20. Δύο γὰρ γνώσεις ἐν τῇ θείᾳ γραφῇ. δύο εἰδήσεις, μία κατὰ ἐνέργειαν καὶ μία κατὰ εἴδησιν. ἵνα δὲ ἀπὸ παραπηγμάτων τὰ ὅμοια παραστήσω, εἰς τὸ διὰ πολλῶν ἐξομαλισθῆναι τὴν πεπλανημένην σου διάνοιαν καὶ τῶν τοῦτο φρονούντων,

μάθε τί λέγει ἡ γραφὴ περὶ τοῦ Ἀδάμ· ἦσαν‘ φησί »γυμνοὶ ἐν τῷ παραδείσῳ καὶ οὐκ ᾐσχύνοντο«.

τυφλοὶ δὲ οὐκ ἦσαν· ἔβλεπον γάρ· εἰ μὴ γὰρ ἔβλεπον, πῶς εἶδον τὸ ξύλον, ὅτι καλὸν εἰς βρῶσιν καὶ ὡραῖον τοῦ κατανοῆσαι«; καὶ λαβοῦσα« φησίν »ἡ γυνὴ ἔφαγε καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς τῷ μετ [*](2 f Joh. 1, 14 — 7 Jes. 9, — 8 Jes. 9, 6 — 9 Mark. 13, 82 — 11 ff vgl. Panarion h. 69, 43, 5 — 14 Matth. 11, 27 — 22 ff bis S. 31, 6 vgl. Panarion h. 69, 45 – 47 — 26 Gen. 3, 1 — 27 f vgl. Clement. Hom. ITI 42; S. 48, 9 ff Lagarde — 28 Gen. 3, 6a — Gen. 3, 6b. L J arm. (bis Ζ. 21)) [*](4 εἰπεῖν < J 7 ὁ πρὸς πατρὸς θεός] Gott beim Vater θεὸς ὢν πρὸς πατέρα?) arm. 8 > * 9 αὐτὸς + ὁ Χριστὸς arm. 10 * etwa εἰ μὴ μόνος ὁ πατήρ. σφάλλονται δὲ οἱ λέγοντες τὸν υἱὸν διὰ τοῦτο μὴ εἰδέναι τὴν > * 13 ἀμφιβάλλει] leiderspricht ἀντιλέγει?) arm. Ι τὸ μεῖζον] τὸν πατέρα μείζω L 15 γὰρ] nun οὖν) arm. Ι οὕτω J 18 ἁγίου < arm. 20 ἀποκαλύψει *, uird dir ’dlen anm.] ἀποκαλύπτει L J 23 ἀπὸ + τῶν L 24 σοι L 29 ἡ γυνὴ <)

29
αὐτῆς«.

ἄρα οὖν οὐκ ἦσαν τυφλοί, ἀλλ’ ἠνεῳγμένους εἶχον τοὺς ὀφθαλμούς· γυμνοὶ δὲ ὄντες οὐκ ᾐσχύνοντο βλέποντες, καὶ γυμνοὶ ὄντες ἑαυτοὺς ᾔδεισαν. ᾔδεισαν δὲ κατὰ εἴδησιν καὶ οὐ κατὰ πρᾶξιν.

μετὰ μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδείσου βεβρωκότας τοῦ ξύλου, μετὰ πολὺν χρόνον φησίν »ἔγνω ὁ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ‘. Πῶς τοίνυν ἔσται τοῦτο;

καίτοι γε ἑώρων ἀλλήλους γυμνοὶ ὄντες καὶ ᾔδεισαν ἑαυτοὺς τῇ ὁράσει· ἀλλ’ οὐ τῇ πράξει. τὸ δὲ ἀλλήλοις συναφθήναι γνῶσιν εἶπεν ἡ γραφή.

οἶδε δὲ καλεῖν εἴδησίν καὶ εἴδησιν. πάλιν γὰρ οὕτω λέγει »ἔγνω Ἰακὼβ Λείαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε« καὶ τὸ πρῶτον μὲν ᾔδει αὐτήν· σὺν αὐγῇ γὰρ ἐπτὰ ἔτη ἠν ποιμαίνων τὰ πρόβατα Λαβὰν τοῦ πατρὸς αὐτῆς. εἴδησιν δὲ τὴν δι’ ὁράσεως καὶ διὰ γνώσεως ᾔδει, <ᾔδει,>

δὲ καὶ διὰ πράξεως. καὶ ἔγνω Ραχὴλ τὴν γυναῖκα αὐτοῦ καὶ πάλιν <ἐν> ἑτέρῳ τόπῳ »καὶ ἐγήρασε Δαυίδ« φησί »καὶ ἔσκεπον ἱματίοις. καὶ οὐκ ἐθερμαίνετο, καὶ εἷπον τῷ βασιλεῖ ζητηθήτω παρθένος καλή«. καὶ εὑρέθη Ἀβισάκ ἡ Σουμανῖτις. καί φησιν »ἠνέχθη τῷ βασιλεῖ καὶ συνεκοιμᾶτο αὐτῷ καὶ συνέθαλπεν αὐτόν· καὶ οὐκ ἕγνω αὐτὴν Δαυίδ«, τὴν σὺν αὐτῷ. τὴν σύσσωμον καὶ σύμπλευρον.

ἄρα ποίαν εἴδησιν λέγει; τὴν δι’ ὁράσεως ἢ τὴν διὰ πράξεως; καί »ἔγνω κύριος τοὺς οντας αὐτοῦ«· ἀρα οὐν τοὺς οὐκ όντας ἀγνοεῖ; καί »ἀπόστητε ἀπ’ ἐμοῦ. ἐργάται τῆς ἀνομίας· οὐδέποτε γὰρ ἔγνων ὑμᾶς«· ἆρα ἔστιν ἄγνοια ἐν τῷ υἱῷ τοῦ θεοῦ;

καὶ πόλιν »ὑμᾶς ἔγνων ἐκ πάντων τῶν ἐθνῶν«. ἆρα οὖν τὰ ἔθνη τὰ λοιπὰ ἀγνοεῖ; μὴ γένοιτο. ἀλλ’ οἶδε γνῶσιν ἡ θεία γραφή, ἄλλην μὲν κατὰ εἴδησιν. ἄλλην δὲ κατὰ πρᾶξιν.