Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

2. Καὶ σφόδρα μὲν ἐκπέπληγμαι θαυμάσας τὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν οἰκονομίαν, ὃς εὐδόκησε τῇ ὑπερβολῇ τῆς αὐτοῦ ἀγαθότητος ἐν ἅπασι δοῦναι τὸ ἅγιον αὐτοῦ πνεῦμα τοῖς αὐτὸν έν ἀληθείᾳ ζητοῦσιν. οὐκ ἀθεεὶ γὰρ <γενομένας> τὰς ὑμῶν καὶ τῶν καθ’ ὑμᾶς τὰς διὰ τῶν γραμμάτων ἡγησάμην, ποθεινότατοι, ἀλλὰ τὴν κίνησιν ἐδοκίμασα ἐκ τῆς τοῦ θεοῦ χάριτος ἐν ὑμῖν ἀπάρξασαν.

ἀπ’ ἀληθείας γὰρ οἱ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ὀρθοδόξως ἔχοντες καὶ τοῦ ἁγίου πνεύματος καὶ εἰδότες συνῳδά τε καὶ σύμφωνα λέγειν τῷ μακαριωτάτῳ Πέτρῳ τῷ ἀποστόλῳ ὅτι »σὺ εἶ ὀ Ζριστὸς ὁ υἱὸς τοῦ θεοῦ ζῶντος«, σαφῶς ὐπ’ αὐτοῦ τοῦ κυρίου μακαρισθήσονται, καθὼς καὶ ὁ ἅγιος ἐκεῖνος ἐμακαρίσθη ἀκούσας <τό> »μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ« τουτέστι υἱὲ Ἰωνᾶ· ὁ γὰρ πατὴρ αὐτοῦ Ἰωνᾶς ἐκαλεῖτο, τὸ δὲ βὰρ ἑρμηνεύεταί ἐκ τῆς Ἐβραϊκῆς διαλέκτου υἱός.

αὕτη γὰρ ἦν ἡ ζωή, ἣν ἔγνωκεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τοῖς ἑαυτοῦ μαθηταις λέγων »ἵνα ἔχωσι τὴν ζωὴν ἐν ἑαυτοῖς «, αὕτη δὲ ἐ)στιν ἡ ζωὴ ἣν ἴφη· »ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν χριστόν«.

ἐν τῷ οὖν εἰπεῖν »τὸν μόνον ἀληθινὸν θεόν« εἰς μοναρχίαν ἡμᾶς ἤγαγεν, ἕνα μηκέτι »ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ὠμεν δεδουλωμένοι«, ἕνα μὴ πολυθεί·α ἐν ἡμῖν ἔτι ᾐ καὶ ἐπὶ τὴν πορνείαν τοιαύτην διασκορπίζηται τὰ τῶν ἀνθρώπων νοήματα, ἀλλ’ ἐπὶ ἑνότητα τοῦ μόνου ἀληθινοῦ θεοῦ· »πρώτη γὰρ πορνεία ἐπίνοια εἰδώλων φησὶν ἡ γραφή.

καί φησι »καὶ ὃν ἀπέστειλας [*](6 vgl. Luk. 11, 31 — 7 vgl. Panarion prooem. II 2, 6 — 12 Matth. 16, 16 — 14 Matth. 16,17 — 18 vgl. JoK 3, 15f; 17, 2 — 19 Job. 17, 3 20 – 24 Panarion li. 62, 7, 10 — 21 Gal. 4, 3 — 24 Weish. Sal. 14, 12 — 25 Joh. 17, 3 L J V) [*](1 (ts) * f ὅτ| οὐ — αἰτήσεως < J 1 ὅτ|] Diels | οὐ μόνον ἄκο)ν, ἀλλὰ καὶ ἑκὼν? Klosterm. | (ziig) * 2 τῶ νκαθ’ ὑμᾶς αἰτήσεως *] τῶν καθ’ ὑμᾶς ἀνάπαυσ|ν v τὴν ἀξίωσ|ν L 4 ἐκπλήττομα| L J | θαυμαστῶς L J | καὶ (vor θεοῦ) < V 5 ὃς] ὡς V | vor τῇ + ἐν v 7 ἀθέους L J | > * | τὰς < J | καθ’ ὑμῶν L 8 τῶν < v 9 ὑπάρξασα v | οἱ περὶ — πνείματος x003C; L J 11 σύμφωνα καὶ συνωδὰ v 12 τῷ ἀποστόλῳ x003C; L J 14 καὶ x003C; V | ἀκούων LJ | (ro) * | εἶ + σὺ J 15 vor υἱὲ + Σίμων v 16 τὸ δὲ βὰρ] βὰρ γὰρ v | υἱὸς hinter ἑρμηνεύετα| v | αὕτη γὰρ] καὶ τοῦτο L J 17 δέ- δωκεν V | τοῦ θεοῦ . J | αὐτοῦ v 18 τὴν x003C; ν | έν x003C; L | αὕτη — γ|νώσκωσί σε] τὸ γ|νώσκε|ν L J 19 | ἀπέστε|λεν L J 20 οὖν] γὰρ v 22 εἴη v 23 τὴν x003C; L J | ἐπ|σκορπίζητα| LJ 24 ἀλλὰ v 25 vor γραφὴ + θεία v)

8
Ἰησοῦν Χριστόν." Ἰησοῦ Χριστὸν τίνα ἀλλ ἢ θεόν; εἰ δὲ θεὸν Χριστὸν Ἰησοῦν, ὡς λέγει περὶ αὐτοῦ ὁ Ἰωάννης ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«, εἷς θεὸς τοίνυν ὁ πατὴρ καὶ μόνος ἀληθινὸς θεὸς καὶ θεὸς ὁ μονογενής.

οὐκ ἄρα ἀλλότριος θεοῦ καὶ τῆς μονάδος· ἀλλ’ ἐπειδὴ υἱὸς ἐκ πατρός, διὰ τοῦτο μόνος ἀληθινὸς θεός. καὶ οὐ κατὰ τοὺς ἐψευσμένους θεούς, οὓς ἐνόμισάν τινες τῶν Ἑλλήνων θεούς, οὐκ ὄντας θεούς, ἀλλὰ μόνος ἀληθινὸς θεός, ἐπειδὴ μόνος ἐκ μόνου ὁ μονογενὴς καὶ μόνον τὸ ἅηιον πνεῦμα. τριὰς γὰρ ἐν μονάδι καὶ εἷς θεὸς πατήρ, υἱὸς καὶ αγιον πνεῦμα.