Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

19. Αὐτὸς τοίνυν ὁ ἅγιος Λόγος ὁ ζῶν ὁ ἐνυπόστατος, ὁ βασιλεὺς 15 ἐπουράνιος, ὁ υἱὸς ὁ γνήσιος, ὁ ἀεὶ <ὤν> σὺν πατρί, ὁ ἐκ προελθών, τὸ »ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως«, ἡ εἰκὼν τοῦ πατρὸς‘ ἐν ἀληθείᾳ, ὁ σύνθρονος τοῦ φύσαντος, »οὑ τῆς βασιλείας οὐκ ἔσται τέλος‘, »ὁ κριτὴς ζώντων καὶ νεκρῶν‘,

ὁ σοφία ὢν ἐκ σοφίας, ὁ πηγὴ ὢν ἐκ τηγῆς »ἐμέ«, γάρ φησιν »ἐγκταέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους«), ὁ ποταμὸς ὁ ἀένναος, ὁ »εὐφραίνων τοῖς ὁρμήμασι τὴν πόλιν τοῦ θεοῦ«, ὁ ἐκ τῆς πηγῆς προελθών, ἐξ οὗπερ, <ὤς>

ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι«, τὸ σκῆπτρον Δαυίδ, ἡ ῥίζα τοῦ Ἰεσσαί, τὸ ἄνθος τὸ ἀπ’ αὐτῆς, ὁ λέων, ὁ βασιλεὺς ὁ ἐκ φυλῆς Ἰούδα,

τὸ πρόβατον τὸ λογικόν, ὁ λίθος ὁ ζῶν, ὁ »τῆς μεγάλης βουλῆς ἄγγελος‘, ὁ ἄνθρωπος ἐν ἀληθείᾳ γεγονὼς καὶ θεὸς ἐν ἀλη- [*](1 Sir. 18, 17 — Pred. 9, 4 — 2 Pred. 4, 9 — 3 Pred. 7, 9 — Matth. 7, 11 — 7 Mark. 10, 17 — 10 Luk. 6, 46 — 16 Hebr. 1, 3 — 17 Kol. 1, 15 — Luk. 1, 33 — 18 Act. 10, 42 u. a. St. — 10 Jer. 2, 13 — 21 Psal. 45, 5 — 22 Joh. 7, 38 — 25 Jes. 9, 6 L J 14 — S. 28, 21 Timotlieus Aelurus Widerlegung der chalcedonensisclien Lehre S. 17 Karapet = Siegel des Glaubens S. 266 Karapet (= arm.)) [*](5 <οὐν> * Ι τολμᾶς διανοεῖσθαι *] τολμᾶν διανοεῖσθε L J 6 <ἐπὶ> 10 λέγετε] λέγεται J 13 <τοῦ> * 14 ὁ (vor ἐνυπόστατος) < J 15 <ὤν> πατρὶ + von dem Vater zeitlos geboren ὁ ἐκ πατρὸς ἀχρόνως γεννηθείς) arm. 16 f ὀ χαρακτὴρ τῆς ὑποστάσεως, ἡ εἰκὼν τοῦ πατρὸς ἐν ἀληθείᾳ] die Zeichnung χαρακτὴρ) der Wahrheit, indenf er ist die Gestalt des Vaters in Wahrheit arm. 17 f οὗ τῆς — τέλος 003C; ann. 18 νεκρῶν + Leben vom Leben Μοι ἐκ ζωῆς) arm. 22 <ὠς> * Ι <ὤς> φησι <arm.)

28
θείᾳ ὑπάρχων, μὴ τραπεὶς τὴν φύσιν, μὴ ἀλλοιώσας τὴν θεότητα, ὁ γεννηθεὶς ἐν σαρκί, ὁ σαρκωθεὶς Λόγος.

ὁ Λόγος σὰρξ γενόμενος, ὁ ἔχων μεταξὺ τοῦ γενόμενος τὸ σάρξ ὁ »ὁ Λόγος« οὐκ εἶπεν ὁ γενόμενος‘, ἀλλὰ μετὰ τὸ εἰλεῖν ὁ Λόγος ἀπαρεμφάτως τίθησι τὸ »σάρξ«, μετὰ δὲ τὸ σὰρξ λέγει »ἐγένετο«, ἵνα τὸ ἐγένετο ἐκ Μαρίας δοκιμασθῇ, ἵνα ὁ Λόγος ἄνωθεν παρὰ πατρὸς κατελθὼν νοηθῇ). — οὗτος ὁ ἅγιος ὁ ζῶν Λόγος ὁ πρὸς πατρὸς θεός,

ὁ μεγάλης βουλῆς ἄγγελος«, ὁ ἀγγέλλων τὰ τῆς βουλῆς τοῦ πατρός, »<ὁ> πατὴρ μέλλοντος αἰῶνος‘, αὐτὸς εἶπεν »οὐδεὶς οἶδε τὴν ἡμέραν καὶ τὴν ὥραν οὔτε οἱ ἄγγελοι οἱ ἐν τῷ οὐραῷ«· * καὶ γὰρ οὐκ οἴδασιν ὅτι ὁ υἱὸς νοηματικῶς λέγει εἰ μὴ μόνος ὁ πατήρ‘.

εἰ τοίνυν οἶδεν ὁ υἱὸς τὸν πατέρα, μείζων δὲ ὁ πατὴρ καὶ τῆς ἡμέρας καὶ τῆς ὥρας, καὶ οὐδεὶς ἀμφιβάλλει, πῶς ἄρα ὁ τὸ μεῖζον εἰδὼς τὸ ᾖσσον ἀγνοεῖ; οὐδὲ γὰρ οἶδέ τις τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καἰ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ. ὡς γὰρ μέγας ὁ πατήρ. ὅτι οἶδε τὸν υἱόν, οὕτως καὶ ὁ υἱὸς μέγας, ὅτι οἶδε τὸν πατέρα.

εἰ οἶδε τοίνυν τὸν πατέρα, τὸ μεἶζον, τὸ μικρὸν πῶς ἀγνοεῖ, τουτέστι τὴν ἡμέραν καὶ τὴν ὥραν; ἐρεύνησον τὰς τὰς γραφὰς καὶ μάθε τοῦ ἁγίου πνεύματος τὴν δύναμιν, καὶ αὐτὸ τὸ πνεῦμα τὸ γινῶσκον τὸν πατέρα καὶ τὸν υἱὸν ἀποκαλύψει σοι τὴν τοῦ Λόγου τοῦ υἱοῦ τοῦ θεοῦ γνῶσιν, ἵνα μὴ πλανηθῇς τῆς ἀληθείας καὶ ἀπολέσῃς τὴν σεαυτοῦ ψυχήν.