Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

18. Διὰ τοῦτο μὴ ζήτει τὰ μὴ ζητούμενα, ἀλλὰ τίμα τὸν υἱόν, ἵνα τὸν πατέρα τιμήσῃς ἀκούων δὲ περὶ τοῦ θεοῦ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἶς ὁ θεός‘ μὴ τολμήσῃς διὰ τὸ τὸν υἱὸν ὑπερβαλλόντως τιμᾶν τὸν πατέρα οὐκ ἀγαθὸν ἀποφῆναι τὸν υἱόν.

οὐδὲ γὰρ ἀρνούμενος ἑαυτὸν ἀγαθὸν εἶναι λέγει τὸν πατέρα ἀγαθόν, ἀλλὰ τοσούτῳ μει- ζόνως ἑαυτὸν ἀποκαλύπτει ἐν τῷ τὴν τιμὴν παρὰ τῶν ἀνθρώπων μὴ βούλεσθαι, ἀλλ’ <ἀναφέρει> τὴν τιμὴν ἐπὶ τὸν ἴδιον αὐτοῦ ἴνα ἀπὸ τῆς ἀγαθότητος τοῦ πατρὸς γνωσθῇ ἡ γνῶσις τῆς τοῦ υἱοῦ τοῦ θεοῦ ἀγαθότητος, ἀπὸ ἀγαθοῦ πατρὸς θεοῦ γεγεννημένου.

πολλὴ γὰρ ἀδράνεια τῶν τολμώντων λέγειν περὶ τοῦ υἱοῦ τὸ τοιοῦτον, κἄν τε ἕπῃ »εἷς ἐστιν ἀγαθὸς ὁ θεός‘.

ἰδοὺ γὰρ ἐν πολλοῖς διδάσκει ἡμᾶς ἡ θεία γραφή, ἀγαθὸν καλοῦσα παῖδα πτωχὸν καὶ σοφόν, καί »ἀγαθὸς ἦν Σαμουὴλ μετὰ θεοῦ καὶ ἀνθρώπων« καί »ἀγαθὸς ἦν Σαοὺλ υἱὸς Κὶς ἐκ φυλῆς Βενιαμίν, ὑψηλότερος παντὸς Ἰσραὴλ ὑπὲρ ὠμίαν καὶ ἐπάνω« καί »ἀγαθὸν πορεύεσθαι εἰς οἶκον πότου« καί »ἄνοιξον, κύριε, τὸν οὐρανόν, τὸν θησαυρόν σου τὸν [*](2 Job. 14, 28 — 13 vgl. Psal. 109, 1 — ff bis S. 27, 13 vgl. Panarion h. 69, 57 — 17 Mark. 10, 18 — 21 f vgl. Job. 5,41 — 26 Mattb. 19, 17 — 27 Pred. 4, 13 — 28 I Sam. 2, 26 — 29 I Sam. 9, 2 — 30 Pred. 7, 3 — 31 Deut. 28, 12 L J) [*](9 <ὁ υἱὸς> * Ι τὸν zweimal gescbi-ieben J 11 γένηται ὁ πατὴρ L 13 ὑποβεβηκὼς? * 21 f παρὰ τῶν ἀνθρώπων — τὴν τιμὴν < J 22 ἀναφέρει 24 ἀγαθότητος ! L 26 εἴπῃ *] εἴπῃς L εἴποις J 20 παντὸς ὑψηλότερος J 31 f τῶν ἀγαθῶν σοι L)

27
ἀγαθόν καί »ἀγαθὸς λόγος ὑπὲρ δόμἁ« καὶ »αγαθὸς ὁ κύων ὁ ζῶν ὑπὲρ τὸν λέοντα τὸν νεκρόν‘ καί »αγαθὸς δύο ὑπὲρ τὸν ἕνα« καί »ἀγαθή ἐσχάτη λόγων ὑπὲρ ἀρχήν‘ καί »εἰ ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγθὰ διδόναι τοῖς τέκνοις ὑμῶν‘, περὶ ἰχθύος καὶ ἄρτου λέγων.

πῶς <οὐν> τολμᾶς διανοεῖσθαι ἀπαρνούμενον τὸν υἱὸν τὴν ἑαυτοῦ ἀγαθότητα καὶ μὴ δι’ ὑπερβολὴν τῆς τιμῆς <ἐπὶ>

πατρὸς φέρειν τὴν ἀγαθότητα; ἐώρα γὰρ τὸν λέγοντα αὐτῷ »διδάσκαλε ἀγαθέ« λέοντα στόματι καὶ οὐ καρδίᾳ, καὶ ἐλέγξαι αὐτὸν βουλόμενος, ὅτι οὐ τοῖς χείλεσιν αὐτοῦ ἐπείθετο, ἀλλὰ τὴν καρδίαν διήλεγχεν, ὡς καὶ ἐν ἄλλῳ τόπῳ λέγει »τί μοι λέγετε κύριε κύριε. καὶ οὐ ποιεῖτε τοὺς ἐμοὺς λόγους«, καὶ ὧδε ἐβούλετο αὐτὸν ἐλέγχειν. ἔλεγε γὰρ αὐτὸν ἀγαθὸν διδάσκαλον καὶ οὐκ ἔμενέν ἐν τῇ αὐτοῦ πίστει <τοῦ> πιστεύειν εἰς τὴν αὐτοῦ