Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ὡς γὰρ ἐπὶ τοῦ πατρὸς οὐ τολμητέον λέγειν τὸ ἐρευνᾷ καὶ οὐ καταλαμβάνει αὐτὸς γὰρ τὸν ἄνθρωπον ἔκτισε σὺν υἱῷ υἱῷ ἁγίῳ πνεύματι· ἀεὶ γὰρ ἡ τριὰς τριὰς καὶ οὐδέποτε προσθήκην λαμβάνει), οὕτω δὴ καὶ χερὶ τοῦ ἁγίου πνεύματος νοητέον.

ὄτταν γὰρ εἴπῃ ὅτι ποιήσωμεν τὸν ἄνθρωπον« ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν«), σημαίνει πατρὸς φωνὴν συγκαλοῦσαν εἰς δημιουργίαν καὶ τὸ ποιήσωμεν λέγων οὐ μόνον εἴποιμι ἂν περὶ τοῦ υἱοῦ <σημαίνει, ἀλλὰ> καὶ <περὶ τοῦ> ἁγίου πνεύματος.

οὕτω γὰρ λέγει »τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν‘. συνδημιουργεῖ τοίνυν ὁ Λόγος τῷ πατρί, συνδημιουργεῖ καὶ τὸ ἅγιον πνεῦμα.

ὁ τοίνυν ποιήσας τὸν ἄνθρωπον παντοκράτωρ θεὸς οὐκ οἶδε τὰ τοῦ ἀνθρώπου, ἐρευνῶν ταμιεῖα κοιλίας‘; ἀλλὰ τὸ πλεῖστον τῆς τοῦ θεοῦ γνώσεως ὁ λόγος ἐπιφέρει τοῦτο λέγων, ἴνα μή τις τῶν ἐν ἡμῖν ἁμαρτανόωτων νομίσῃ τι ἀπὸ θεοῦ κεκρύφθαι. αὐτὸς γὰρ οἶδε τὸν ἄν- θρωπον καὶ τὰ τοῦ ἀνθρώπου.

16. Ἐρευνᾷ τοίνυν ὁ πατὴρ ταμιεῖα κοιλίας καὶ οἶδεν, ἐρευνᾷ τὸ πνεῦμα τὰ βάθη τοῦ θεοῦ καὶ οἶδεν. ἀποκαλύπτει γὰρ ἁγίοις τὰ τοῦ θεοῦ μυστήρια καὶ διδάσκει βαθέως τὸν θεὸν δοξάζειν καὶ τὴν τούτου ἀκαταληψίαν τοῖς αὐτοῦ ὑποδεικνύει.

ἄρα γοῦν οὐκ ἀλλότρίον τοῦ θεοῦ τὸ πνεῦμα. οὐ γὰρ εἶπε περὶ ἀγγέλων ἐρευνᾶν βάθη θεοῦ οὐδὲ περὶ ἀρχαγγέλων. »οὐδεὶς γὰρ οἶδε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν‘. φησὶν ὁ υἱὸς τοῦ θεοῦ οὔτε οἱ ἄγγελοι τοῦ οὐρανοῦ οὔτε ὁ υἱός. εἰ μὴ ὁ πατήρ«.