Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

οὐ μὴν δὲ ἐν αἱρέσει ὄντων καὶ τῶν κατὰ τὴν Μεσοποταμίαν προειρημένων ὡσαύτως Αὐδιανῶν, τῶν καὶ <αὐτῶν> σχίσμα ὄντων, ἀλλ’ οὐκ πίστιν ἐχόντων, μόνον ἰδιωτικῶς περὶ τοῦ κατ’ εἰκόνα φιλονεικούν- των, οὐ διὰ πίστιν <δὲ> ἀφηνιαζόντων καὶ ἑαυτοὺς ἀφοριζόντων διὰ τι ἕτερον, ἀλλὰ κατὰ ἐθελοακρότητα δικαιοσύνης δῆθεν, διὰ τὸ μὴ συγκοινωνεῖν ἐπισκόποις καὶ πρεσβυτέροις τοῖς χρυσὸν καὶ ἄργυρον κεκτημένοις καὶ διὰ τὸ ποιεῖν τὸ πάσχα ἐν ᾡ καιρῷ Ἰουδαῖοι ποιοῦσι, καὶ σχιζόντων ἑαυτοὺς τούτων χάριν καὶ ἀπαλλοτριούντων τῆς ἑνώσεως τῆς ὀρθοδόξου ἐκκλησίας.

οἱ γὰρ μὴ λαβόντες πνεῦμα ἅγιον οὐκ ἔμαθον τὰ βάθη τοῦ θεοῦ καὶ εἰς ταύτας περιεκλάσθησαν τὰς αἱρέσεις καὶ εἰς τὰς τῶν σχισμάτων διὰ προφάσεως ἐρεσχελίας. καταλείφοντες γὰρ τὴν ἀλήθειαν ἐπὶ πολλὰς τρίβους ἐβάδισαν, ἄλλοτε ἄλλως καὶ ἄλλα διανοούμενοι.