Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ἀπὸ δὲ τοῦ νόμου πρὸ <τῆς> Χριοτοῦ παρομοίας τῆς ἐνσάρκου ἕνδεκα· ἐκ μὲν Ἰουδαίων ἑπτὰ· Γραμματέων Φαρισαίων Σαδδουκαίων Ὀσσαίων Νασαραίων Ἡμεροβαπτιστῶν Ἡρωδιανῶν· ἐκ δὲ Σαμαρειτῶν τέσσαρες· Γοροθηνῶν Σεβουαίων Ἐσσηνῶν Δοσιθέων· ὁμοῦ ἕνδεκα ἀπὸ νόμου ἐξ Ἰουδαίων καὶ Σαμαρειτῶν φύουσαι.

13. Πᾶσαι οὐν αἱ πρὸ τῆς ἐνσάρκου τοῦ Χριστοῦ Χριστοῦ ἀπὸ Ἀδὰμ ἀρξάμεναι καὶ μέχρις αὐτῆς εἴκοσίν εἰσι. μετὰ δὲ τὴν ἔνσαρκον τοῦ Χριστοῦ παρομοίαν ἕως βασιλείας Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος καὶ Γρανιανοῦ πᾶσαι αἱ αἱρέσεις αἱ ψευδῶς ἐπιφημίσασαι τὸ τοῦ Χριστοῦ ὄνομα ἑαυταῖς ἐξήκοντά εἰσιν, οὕτως ἀριθμούμεναι·

Μενανδριανοὶ Μενανδριανοὶ Σατορνῖλοι Βασιλειδιανοὶ Νικολαϊ ται Γνωστικοί, οἱ καὶ Στρατιωτικοὶ καὶ Φιβιωνῖται παρὰ δέ τισι Σεκουνδιανῖται πὰρ ἄλλοις δὲ Σωκρατῖται παρ’ ἑτέροις δὲ Ζακχαῖοι παρὰ δὲ τισι Δοδδιανοὶ λεγόμενοι καὶ Βορβορῖται <καὶ Καρποκρατῖται Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί, Ναςωραῖοι Οὐαλεντῖνοι Οὐαλεντῖνοι Σεκουνόιανοί, οἷς συνάπτεται Ἐπιφάνης καὶ Ἰσίδωρος, Πτολεμαιονῖται Μαρκώσιοι Κολορβάσιοι Ἠρακλεωνῖται Οφῖται Καϊανοὶ Σηθιανοὶ Ἀρχοντικοὶ Κερδωνιανοὶ Μαρκιωνισταὶ Λουκιανισταὶ Ἀπελληϊανοὶ Σευηριανοὶ Τατιανοὶ Ἐγκρατῖται κατὰ Φρύγας, οἱ καὶ Μοντανισταὶ καὶ Τασκοδρουγῖται, Πεπουζιανοί, οἱ καὶ Πρισκιλλιανοὶ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, Τεσσαρεσκσιδεκατῖται, οἱ τὸ πάσχα μίαν ἡμέραν τοῦ ἔτους ποιοῦντες, Ἀλογοι, οἱ τὸ εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν Ἰωάννου μὴ δεχόμενοι Ἀλογοι, Σαμφαῖοι, οἱ καὶ Ἑλκεσαῖοι, Θεοδοτιανοὶ Μελχισεδεκιανοὶ Βαρδησιανισταὶ Νοητιανοὶ Οὐαλήσιοι Καθαροί, οἱ καὶ Ναυαταῖοι, οἱ καὶ Μοντήσιοι, ὡς ἐν Ῥώμῃ καλοῦνται, Ἀγγελικοὶ Ἀποστολικοί, <οἰ καὶ> Ἀποτάκται, Σταβλησιανοὶ Ὠριγενιασταί, οἱ καὶ αἰσχροποιοί, Ὠριγενιασταὶ οἱ τοῦ Ἀδαμαντίου, ἡ Παύλου τοῦ Σαμοσατέως, L J [*](1 τῶν ἀριθμῶν J 5 <τῆς> * 7 σαδδουκίων J Ι Ὀσσαίων *] LJ Ι Νασσαραίων LJ 11 καὶ (vor μέχρις) < L 12 zov < L 15 σατορνίλιοι L 16 φοβιονίται L 18 <καὶ Βαρβηλῖται> * 19 κιρινθιανοί J Ι μιρινθιανοί LJ 20 Ἐπιφάνιος L J 21 μαρκόσιοι LJ 24 πεπουδιανοί LJ 25 κυιντελιανοί L κυϊντιλιανοί J 25 f τεσσαρισκαιδεκατίται, J 29 βαλδισιανισταί L βαλσισιανισταί J 30 ἰδεμοντίσιοι LJ 31 <οἱ καὶ> 32 ἡ (sc. αἵρεσις) *] οἱ L J)

22
ανιχαῖοι, οἱ καὶ Ἀκουανῖται, Ἱερακῖται μελιτιανοί, οἱ κατ’ Αἴγυπτον σχίσμα ὄντες, Ἀρεικοὶ, οἱ καὶ Ἀρειομανῖται, Αὐδιανῶν τὸ σχίσμα, ἀλλ’ οὐχ αἵρεσις, Φωτεινιανοὶ Μαρκελλιανοὶ Ἠμιάρειοι Πνευματομάχοι, οἱ τὸ ἅγιον πνεῦμα τοῦ θεοῦ βλασφημοῦντες, Ἀδριανοὶ Ἀέτιοι, οἱ καὶ Ἀνόμοιοι, οἷς συνάπτεται Εὐνόμιος, μᾶλλον δὲ ὁ ἄνομος, Διμοιριται, οἱ μὴ τελείαν Χριστοῦ τὴν ἐνανθρώπησιν ὁμολογοῦντες, <οἱ καὶ> Ἀπολλινάριοι, καὶ οἱ τὴν ἁγίαν Μαρίαν λέγοντες μετὰ τὸ τὸν σωτῆρα γεγεννηκέναι τῷ Ἰωσὴφ συνῆφθαι, οὕστινας ἐκαλέσαμεν Ἀντιδικομμαριαμίτας, καὶ οἱ εἰς ὄνομα αὐτῆς κολλυρίδα προσφέροντες, οἳ καλοῦνται Κολλυριδιανοί, Μεσσαλιανοί, οἷς συνάπτονται Μαρτυριανοὶ <οἱ> ἀπὸ Ἑλλήνων καὶ Εὐφημῖται καὶ Σατaνιανοί.

14. Καὶ ἁπλῶς περιεκάκησα καὶ περικακῶ τοσούτων αἱρέσεων ὀνόματά εἰς ἀριθμὸν φέρειν καὶ τὰς ἀθεμίτους αὐτῶν πράξεις διηεῖσθαι καὶ ἔτι τῶν δύο σχισμάτων,

τῶν τε κατ’ Αἴγυπτόν φημι προειρημένων Μελιτιανῶν, τῶν διὰ τὴν ἐπὶ τοῦ διωγμοῦ γενομένην τινῶν πτῶσιν παρὰ δὲ τῶν ἡμετέρων δεχθέντων ἐν τοῖς αὐτῶν κλήροις μετὰ μετάνοιαν ἑαυτοὺς σχισάντων,

οὐ μὴν δὲ ἐν αἱρέσει ὄντων καὶ τῶν κατὰ τὴν Μεσοποταμίαν προειρημένων ὡσαύτως Αὐδιανῶν, τῶν καὶ <αὐτῶν> σχίσμα ὄντων, ἀλλ’ οὐκ πίστιν ἐχόντων, μόνον ἰδιωτικῶς περὶ τοῦ κατ’ εἰκόνα φιλονεικούν- των, οὐ διὰ πίστιν <δὲ> ἀφηνιαζόντων καὶ ἑαυτοὺς ἀφοριζόντων διὰ τι ἕτερον, ἀλλὰ κατὰ ἐθελοακρότητα δικαιοσύνης δῆθεν, διὰ τὸ μὴ συγκοινωνεῖν ἐπισκόποις καὶ πρεσβυτέροις τοῖς χρυσὸν καὶ ἄργυρον κεκτημένοις καὶ διὰ τὸ ποιεῖν τὸ πάσχα ἐν ᾡ καιρῷ Ἰουδαῖοι ποιοῦσι, καὶ σχιζόντων ἑαυτοὺς τούτων χάριν καὶ ἀπαλλοτριούντων τῆς ἑνώσεως τῆς ὀρθοδόξου ἐκκλησίας.

οἱ γὰρ μὴ λαβόντες πνεῦμα ἅγιον οὐκ ἔμαθον τὰ βάθη τοῦ θεοῦ καὶ εἰς ταύτας περιεκλάσθησαν τὰς αἱρέσεις καὶ εἰς τὰς τῶν σχισμάτων διὰ προφάσεως ἐρεσχελίας. καταλείφοντες γὰρ τὴν ἀλήθειαν ἐπὶ πολλὰς τρίβους ἐβάδισαν, ἄλλοτε ἄλλως καὶ ἄλλα διανοούμενοι.

φησὶ δὲ ὁ αὐτὸς ἅγιος ἀπόστολος, δηλῶν ἡμῖν δι’ ἣν αἰτίαν τοῦτο εἶπεν, »ἡμεῖς δὲ τὸ πνεῦμα τοῦ θεοῦ [*](32 I Kor. 2, 12 f L J) [*](2 Αὐδιανῶν *] Αὐδιανοὶ L J 3 Φασιανοί L J 4 ἀέρινοί L J 5 οἱ < L 7 <οἱ καὶ> * Ι ἀποληνάριοι J ἀπολινάριοι L Ι καὶ οἱ *] οἱ καὶ L J 9 Ἀντιδικομαριανίτας L J 10 κολλυριανοί L J Ι μεσαλιανοί L J 11 <οἰ> * 12 LJ 15 ἔτι *] περὶ L J 17 τινῶν *] τινα LJ 18 ἀναιρέσει 3 20 <αὐτῶν> * σχισματικῶν J Ι ἀλλ’ L 21 τοῦ] οὗ L 22 <δὲ> * 26 σχιζόντων *] LJ Ι ἀπαλλοτριούντων *] ἀπαλλοτριοῦντες LJ 28 καὶ + <οὕτως>? 32 τοῦτο) gemeint ist die S. 20, 9 (vgL S. 22, 28) angeführte Stelle I Kor. 2, 10)

23
ἐλάβομεν, ὅπως γνῶμεν τὰ ἐκ θεοῦ χαρισθέντα ἡμῖν. ἅ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος ἁγίου πνευματικοῖς πνευματικὰ συγκρίνοντες καὶ τὰ ἐξῆς. τὸ πνεῦμα τοίνυν τοῦ θεοῦ οὐκ ἀλλότριον θεοῦ. εἰ γὰρ ἀλλότριον θεοῦ ἐστι, πῶς τὰ βάθη τοῦ θεοῦ ἐρευνᾷ;

ἀλλὰ τί ἐρεῖς μοι, ὠ κενόδοξε, ὁ πολεμῶν σεαυτόν, ἵνα μὴ εἵπω τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ; τί γάρ, κενόδοξε, πολεμεῖς τὸν ἀκαταπολέμητον; τί μάχῃ τῷ ἀκαταμαχήτῳ; σκληρόν σοι πρὸς κέντρα λακτίζειν«. σεαυτὸν σκανδαλίζεις καὶ οὐ τὸν Λόγον, σαυτὸν ἁλίσκεις καὶ οὐ τὸ πνεῦμα, σαυτὸν ἀπαλλοτριοῖς ἀπὸ τῆς τοῦ θεοῦ χάριτος καὶ οὐ τὸν υἱὸν ἀπὸ πατρὸς οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ πατρὸς καὶ υἱοῦ.