Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

12. Ὅμως ὑποδείγματι κεχρημένος ὁ αὐτὸς ἅγιος ἀπόστολος »οὐδείς« φησίν »οἶδεν ἄνθρωπος τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω«·

καὶ οὐκ εἶπεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ κατοικοῦν ἐν αὐτῷ‘, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ« μόνον, οἴνα μή τις σύνθετον καὶ συγκείμενον νοήσῃ τὸ θεῖον·

εἰ μὴ«, φησί, »τὸ πνεῦμα τοῦ θεοῦ«· τὸ γὰρ πνεῦμα τοῦ θεοῦ πάντα ἐρευνᾷ, καὶ τὰ βάθη θεοῦ«.

οὐχ ἀλλότριον τοίνυν τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐρευνῶν βάθη θεοῦ. εἰ γὰρ ἡμᾶς μέμφεται τὸ θεῖον γράμμα λέγον »ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, καὶ οὐ χρεία ἐστί σοι τῶν κρυπτῶν‘, καί »ὑψηλότερά σου μὴ ζήτει καὶ βαθύτερά σου μὴ ἐξέταζε«, ἆρα εἴπωμεν καὶ περὶ τοῦ τοῦ πνεύματος ὅτι μᾶλλον μᾶλλον καὶ οὐχὶ μᾶλλον γελοιότητι ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦ;

ποῦ γὰρ ἐρευθιᾷ τὰ βάθη τοῦ θεοῦ; διὰ ποίαν αἰτίαν; λέγε, ὡ ἀνόητε· ὡς περιεργαζόμενον; ὡς ἀλλοτριεπίσκοπον ; ὡς μὴ ἰδίων ἐπιθυμοῦν; μὴ γένοιτο.

ἀλλ’ ἐπειδὴ καταξιοῦνται οἱ ἅγιοι τὸ πνεῦμα τὸ ἄλγιον ἐν ἑαυτοῖς κατοικίζειν, ἐπὰν ἐν τοῖς ἁγίοις γένηται τὸ πνεῦμα τὸ ἄλγιον, χαρίζεται αὐτοῖς ἐρευνᾶν τὰ βάθη τοῦ θεοῦ. εἰς τὸ βαθέως δοξάζειν, ὡς καὶ Δαυὶδ τοῦτο ὁμολογεῖ ἐκ βαθέων‘ γάρ φησιν »ἐκέκραξά σοι κύριε«), καὶ ἀπειραγάθως καὶ μὴ σμικρῶς καὶ εὐτελῶς, καθάπερ οἱ τῆς Ἀρείου αἱρέσεως καὶ αἱ ἔξωθεν πᾶσαι.

καὶ ἐζῆτε ὁ νόμος διὰ Μωυσέως ἐδόθη, αἱ μετ’ αὐτὸν σχισθεῖσαι αἱρέσεις πρὸ τῆς Χριστοῦ ἐνσάρκου παρουσίας ἕνδεκα καὶ μετὰ τὴν ἔνσαρκον παρομοίαν ἄλλαι ἐξήκοντα. χοιρὶς τῶν πρὸ τοῦ νόμου καὶ πασῶν τούτων πέντε καὶ τῶν ἄλλων τεσσάρων Ἑλληνικῶν αἱρέσεων, αἴτινές εἰσι πρὸ νόμου [*](9—14 I Kor. 2, 11 — 14f I Kor. 2, 10 — 17 Sir. 3, 22 — IS Sir. 3, 21 21 f vgl. II Thess. 3, 11 u. I Petr. 4, 15 — 26 Psal. 129, 1 — 28 ff die folgende Aufzählung der Häresen gibt bereits den Entwurf L J) [*](15 ἐρευνοῦν L J 16 θεοῦ < J Ι λέγων J 27 ἀτελῶς J 28 αἱ < ἐξότου L Ι <ὁ> * 29 Μωσέως)

21
ἐννέα· ὁμοῦ δὲ ἅπασαι σὺν ταῖς ἑαυτῶν μητράσι τὸν ἀριθμὸν ὀγδοήκοτα.

ὠν εἰσι μητέρες μὲν πέντε οὕτως· Βαρβαρισμὸς Σκυθισμὸς Ἑλληνισμὸς Ἰουδαΐσμὸς Σαμαρειτισμός. ἐκ τούτων, ἐξ Ἑλληνισμοῦ μὲν αἱρέσεις τέσσαρες· Πυθαγορείων Πλατωνικῶν Στviκῶν Ἐπικουρείων.

ἀπὸ δὲ τοῦ νόμου πρὸ <τῆς> Χριοτοῦ παρομοίας τῆς ἐνσάρκου ἕνδεκα· ἐκ μὲν Ἰουδαίων ἑπτὰ· Γραμματέων Φαρισαίων Σαδδουκαίων Ὀσσαίων Νασαραίων Ἡμεροβαπτιστῶν Ἡρωδιανῶν· ἐκ δὲ Σαμαρειτῶν τέσσαρες· Γοροθηνῶν Σεβουαίων Ἐσσηνῶν Δοσιθέων· ὁμοῦ ἕνδεκα ἀπὸ νόμου ἐξ Ἰουδαίων καὶ Σαμαρειτῶν φύουσαι.