Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

117. Ἵνα δὲ μὴ »διὰ μέλανος καὶ χάρτου« τὰς κατὰ τούτων μαρ- τυρίας διὰ πολλοῦ ποιησώμεθα, εἰς τὸ μὴ περικακεῖν τοὺς ἀναγινώσκοντας, ἀρκέσουσιν αὐτοῖς Σαβελλιανοῖς μὲν μετὰ τῶν ἄλλων μαρτυ- ριῶν ἡ μαρτυρία τοῦ Ἰορδάνου, ὡς ἤδη εἶπον.

υἱὸς γὰρ ἐν Ἰορδάνῃ ἀληθῶς παραγίνεται, θεὸς ἄνθρωπος γεγονώς, οὐ τροπὴν ὑποστὰς ἀλλὰ σάρκα λαβών, οὐ διὰ σπέρματος ἀνδρὸς ἀλλ᾿ ἀπὸ τῆς ἁγίας παρθένου σῶμα ἀνειληφὼς δι᾿ ἁγίου πνεύματος συλληφθέν, σῶμα τέλειον τουτέστιν ἄνθρωπον τέλειον ψυχῇ καὶ σώματι.

γέγονεν οὐν ὁ θεὸς καὶ ἄνθρωπος πρὸς Ἰωάννην έν τῷ Ἰορδάνῃ, εἷς ὤν ὁ αὐτὸς υἱὸς καὶ Χριστὸς καὶ κύριος· πατὴρ δὲ ἄνωθεν βοᾷ, μαρτυρῶν τῷ υἰῷ τῷ ἐν τῷ Ἰορδάνῃ γεγονότι »οὑτός ἐστιν ὁ υἱός μου ὁ ἀυγαπητός«·

τὸ δὲ ἅγιον πνεῦμα ἐν εἴδει περιστερᾶς κατέβαινεν ἐπ᾿ αὐτὸν εἰς τὰ ὕδατα κατεληλυθότα, ἵνα καθαρὰ αὐτὰ ἀποδείξῃ ἕνεκεν τῶν λελλόντων εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καἱ ἁγίου πνεύματος βαπτίζεσθαι.

τοῖς δὲ Ἀρειανοῖς μετὰ τῶν προλεχθεισῶν ἀρκέσει τὸ εἰπεῖν τὸν υἱόν »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ έν ἐμοί«· ἰσότητα γὰρ ἐνταῦθα υἱοῦ πρὸς πατέρα ἀπέδειξε καὶ γνησιότητα.

τοῖς δὲ ἐκγόνοις τῶν Ἀρειανῶν τοῖς τὸ ἅγιον πνεῦμα. βλασφημοῦσιν ἀρκέσουσι δύο μαρτυρίαι αἱ ἤδη προτεταγμέναι μετὰ τῶν ἄλλων μαρτυριῶν, μία μὲν ἀπὸ τοῦ Δανιὴλ οὕτως ἔχουσα· ἐν τῇ καμίνῳ τοῦ πυρὸς Σεδρὰχ

Μισὰκ Ἀβδεναγὼ αἰνοῦντες τὸν θεὸν συμπεριλαμβάνουσι μεθ’ ἑαυτῶν τὴν πᾶσαν τοῦ θεοῦ κτίσιν καὶ λέγουσιν »εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον« · καὶ ἠρίθμησαν οὐρανοὺς καὶ ἀγγέλους καὶ σελή- νην καὶ ἥλιον καὶ δυνάμεις, γῆν τε καὶ θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, καὶ οὐδαμοῦ υἱὸν καὶ ἅγιον πνεῦμα συνηρίθμησαν ταῖς κτίσεσι. τὰ Σεραφὶμ δὲ ἁγιάζει τριάδα ἴσως, οὐχ ἅπαξ οὐ δὶς οὐ τέταρτον, ἀλλὰ τρὶς τὸ ἅγιος λέγοντα.