Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

111. Τοσούτοις οὖν ἔτεσιν ἐργασαμένοις τοῖς Ιουδαίοις ἀμισθὶ οὐκ ἦν δίκαιον καὶ παρὰ θεῷ καὶ ἀνθρώποις δοθῆναι αὐτοῖς τὸν μισθὸν αὐτῶν κἂν ἐπὶ τέλει; οὐκ ἄδικος τοίνυν ὁ θεὸς μετὰ σκύλων ἐκεῖθεν ἐκβαλὼν τοὺς οἰκείους.

εἰ δέ τις ἀμφιβάλλοι μὴ οὕτως ἐξαριθμεῖσθαι τὰ ἔτη, ἀκουέτω Μωυσέως λέγοντος »ή δὲ κατοίκησις τῶν υἱῶν Ἰσραὴλ έν γῇ Χαναὰν καὶ ἐν γῇ Αἰγύπτῳ ἔτη υݲλݲ«.

τοῦ οὐν δικαιοτάτου μισθοῦ τοῦ κυρίου ἐπιμελομένου, ποία τις ἔτι ὺπολείπεται μάταιος ἀντιλογία τοῖς βουλομένοις κατὰ τοῦ ἁγίου θεοῦ καταφέρειν ψόγον; θεὸν δὲ ἀληθινὸν οὐκ ἄν ποτέ τις ψέξειεν, ἀλλ᾿ οἱ ψέγοντες ἐαυτοὺςψέγουσιν.

Ἐτέρα δὲ τις παρ᾿ αὐτῶν μάταιος καταγγέλλεται ἀντιλογία [*](2 — 21 auch diese Bereclinung ist dem Epiph. ümlich — 26 Exod. 12, 40 — 32 ff vgl. Pan. h. 66, 83f L J 26f und — S. 136, 2 = Anast. Sin. quaest. 28; Migne 89, 557 A (Fort- setzung der S. 134 genannten Stelle)) [*](4 αὐτοῦ ἔτει J 5 μωσέος J 8 μωσέα L J 13 φξε J 19 τὴν < J 20 εἰς1 < J <τῆς εἰς> Παλαιστίνην *] Παλαιστίνης L J 25 ἐκβαλλὼν 26 μωσέος J 27 γῇ beidemale Anast. Sin.] τῆ L J 32 f ἑτέρα δέ τις — πρώτη ὅτι] φασὶ δέ που εἰρωνικῶς οἱ ἀκάθαρτοι Μανιχαῖοι Anast. Sin.)

136
ὁμοία τῇ πρώτῃ, ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου ὃς ἐπλεονέκτησε τοὺς Χαναναίους, ἵνα δῷ τοῖς Ἱσραηλίταις τὸν αὐτῶν τόπον, »οἰκίας ἅς οὐχ ᾠκοδόμησαν καὶ ἐλαιῶνας καὶ συκῶνας καὶ άμπελῶνας οὕς οὐκ ἐφύτευσαν«.

πρὸς πρὸς ἐρῶ· ὠ μάταιοι, εἰ μὲν ἠν Μεὸς ὡς ἄνθρωπος, τὰ σήμερον λεγόμενα ἢ πραττόμενα παρήρχετο καὶ οὐδὲν ἦν αὐτῷ ἐν ἐνθυμήσει· ἐπειδὴ δὲ ὁ θεὸς »θεός ἐστι καὶ οὐκ ἄνθρωπος«, τὰ εἰς αὐτὸν ἀναφερόμενα εἰς πολλὰς γενεὰς ἐκδικῶν οὐκ ἐπιλανθάνεται. εἰ γὰρ ἀγνοοῦσι τὸ πρᾶγμα τοῦτο, μαθέτωσαν.