Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

Αβραὰμ δὲ ἐτῶν ἑβδομήκοντα ὣν γεννᾷ τὸν Μωυσέα, καὶ γίνονται ἀπὸ μὲν τοῦ πρώτου Αβραὰ ἔτη τݲνݲ, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον ἔτη ρλε.

ό δὲ Μωυσῆς έν τῷ λ αὐτοῦ ἔτει πατεῖ τὴν ἐρυθρὰν θάλασσαν, ἅμα Ισραηλίταις ἐξ Αἰγύπτου ἐξιών. καὶ γίνονται ἀπὸ μὲν τοῦ μεγάλου Αβραὰμ ἔτη τݲπݲ, ἀπὸ δὲ τῆς εἰς Αἴγυπτον καθόδου ρξε.

τὰ δὲ λοιπὰ πεντήκοντα ἔτη κατηνάλωσαν μετὰ τὴν διαπεραίωσιν τῆς ἐρυθρᾶς θαλάσσης μέχρι τῆς εἰς Παλαιστίνην άπαντήσεως, οὐ διὰ τὸ μῆκος τῆς ὸδοῦ, ἀλλὰ διὰ τὸ μάχεσθαι καὶ ἐμποδιζεσθαι παρὰ τῶν καθ’ ὁδὸν αὐτῶν εὑρισκομένων ἐθνῶν.

γίνονται οὐν ἀπὸ μὲν τοῦ ἑβδομηκοστοῦ πέμπτου ἔτους τοῦ μεγάλου Αβραάμ, άφ΄ οὑ ἡ πρόρρησις αὕτη ἐδόθη αύτῷ παρὰ τοῦ θεοῦ, μέχρι Μωυσέως καὶ τῆς εἰς τὴν Παλαιστίνην ἀφίξεως τῶν υἱῶν Ἰσραὴλ ἔτη υλ, ἀπὸ δὲ τῆς καθόδου τῆς εἰς Αἴγυπτον καὶ μέχρι <τῆς εἰς> Παλαιστίνην αὐτῶν ἀφίξεως ἔτη σιε.

111. Τοσούτοις οὖν ἔτεσιν ἐργασαμένοις τοῖς Ιουδαίοις ἀμισθὶ οὐκ ἦν δίκαιον καὶ παρὰ θεῷ καὶ ἀνθρώποις δοθῆναι αὐτοῖς τὸν μισθὸν αὐτῶν κἂν ἐπὶ τέλει; οὐκ ἄδικος τοίνυν ὁ θεὸς μετὰ σκύλων ἐκεῖθεν ἐκβαλὼν τοὺς οἰκείους.

εἰ δέ τις ἀμφιβάλλοι μὴ οὕτως ἐξαριθμεῖσθαι τὰ ἔτη, ἀκουέτω Μωυσέως λέγοντος »ή δὲ κατοίκησις τῶν υἱῶν Ἰσραὴλ έν γῇ Χαναὰν καὶ ἐν γῇ Αἰγύπτῳ ἔτη υݲλݲ«.