Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ἐπέχετε γὰρ καὶ σιωπῶντες τρόπον ἡλίου τοῦ καὶ σιωπῇ πάντας πανταχοῦ διδάσκοντος· εὐθὺς γὰρ ἀνατέλλων καὶ σιωπῶν τὰς τέχνας αὐτῶν πάντας ἀναδιδάσκει.

καὶ ὅταν μὲν τούτων ἁπάντων τὴν ὠφέλειαν τοῖς ἑαυτῶν τέκνοις εἴτ᾿ οὖν ἀδελφοῖς πιστοτάτοις παραδῶτε, προβιβάζετε μὲν αὐτοὺς ἐπὶ γῆς μὲν βαδίζειν, »ἐν οὐρανῷ« δὲ ἔχειν »τὸ πολίτευμα«, μοναχῶν δὲ ζῆλον τοῖς πλείστοις ἐγγεννᾶτε·

διὰ τῆς ἐν ὺμῖν στερρότητος καὶ ἀνυποκρίτου πίστεως αἱρεσιώτας στυγοῦντες, Μανιχαίους φιμοῦντες Μαρκιωνιστάς <τε> καὶ λοιποὺς ὁμοίους αὐτῶν, τῆς τοῦ θεοῦ ἀπελαύνετε, πάσας αὐτῶν τὰς προφάσεις παραλύοντες καὶ ἐπιστομίζοντες.

πόσα γὰρ κατὰ τοῦ θεοῦ καὶ κατὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τολμηρῶς καταφθέγγονται, κοῦφοι ὄντες καὶ κενοὶ ἀπὸ ἁγίου πνεύματος, εἴς τε τὸν τῶν ὅλων δημιουργὸν βλασφημοῦσι καὶ ὅσα καλὰ διὰ τῶν ἁγίων αὐτοῦ προφητῶν τοῖς πᾶσιν ἀνθρώποις κατὰ προφητείαν <ἐν πνεύματι> ό θεὸς ἐχαρίσατο, οὖτοι μισοῦσι τά τε βαθύτατα τοῦ νόμου καὶ τῶν προφητῶν οἶα δὴ γεώδεις ὄντες καὶ σωματικοί, <ψυχικῶς> ἀνακρίνοντες οὐ νοοῦσι. μάτην δὲ βλασφημοῦσιν.

εὐθὺς τὴν αὐτῶν πλάνην μὴ ὀκνεῖτε ἀπὸ τῶν ἀκουόντων ἀποσείεσθαι <ἐλέγχοντες> αὐτοὺς ἀπὸ τῶν ἀληθινῶν ἀποδείξεων. διὸ γὰρ τῶν [*](2f vgl. II Tim. 2, 2 — 8 vgl. Phil. 3, 20 — 19 vgl. I Kor. 2, 14 L J ïd.) [*](1f τοὺς λόγους πιστοΠοιοῦντες διὰ τῶν πράξεων, οἷς *] τ. λ. πιστοποιοῦντες οἱς διὰ τῶν πράξεων L J indem ihr tut nach euren wahrhaftigen Reden said.) [*](3 μαθητεύοιτε J 3f haltet nur in dieser Weise fest, indem ihr lehrt u. wie die Sonne bleibt, die schweigt. Lehret alle an allen Orten ïd. 5 αὐτῶν πάντας *] πάντων L J alle ihre Kunst ïd. 7 vor προβιβάζετε + und ïd. 9 ἐγενᾶτε L | ἐν ἡμῖν L < ïd. 10 στυγοῦντες] ßt ihr ïd. | φιμοῦντες] ich mewie ïd. 11 <τε> * 12 παραλύοντες] u. öst auf ïd. 12 f ßt ihren Mund ïd. 13 πόσα *] ὅσα L J < ïd. 14 κοῦφοι καὶ < ïd. 15 τε *] δὲ LJ und ïd. | βλασφημοῦντες L 17 *] < L J durch Geist ïd. | vor τά τε βαθύτατα + und erkennen ïd.; trotzdem aber in Z. 19 (wie L J) noch einmal οὐ νοοῦσι 19 > ἀνακρίνοντες *] ἀνακρινόμενοι L J als ünden sie aus psychischer Erde, indem sie kritisieren ïd. | δὲ < J 20 ἀποσείεσθε J 21 <ἐλέγχοντες> *] und die Beiveise aus der Wahrheit ïd. | αὐτοὺς <L)

132
τοιούτων ῥημάτων οἱ ματαιόφρονες ὥσπερ φρύγανα ἐν ῥεύματι πλουσίου ποταμοῦ καταφέρονται.

108. Εἴπαι δὲ ὅτι καλὸς ὁ θεὸς τοῦ νόμου, ὅς τὸν Αδὰμ ἀγνοῶν ποῦ ἐστιν ἠρώτα λέγων »΄Αδὰμ ποῦ εἶ;« καὶ τῷ Κάϊν λέγει χοῦ Ἄβελ ὁ ἀδελφός σου;« καὶ πρὸς τὸν Αβραάμ »ποῦ Σάρρα ἡ γυνή σου;‘ καὶ ἄλλα πολλὰ τοιαῦτα.