Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

10. Οὐδὲν γὰρ ἄνευ τῶν δύο καὶ τριῶν μαρτυριῶν δύναται εἶναι. εἰς αὐτὰ<ς> γὰρ ἐβεβαιοῦτο δι’ αἰνίγματος <καὶ ἡ πίστις> νόμῳ, μόνον πατέρα ἐπιγνόντων, εἰ μή τι λάβωσι δύναμιν υἱοῦ καὶ διὰ τῶν μαρτυριῶν πατρὸς καὶ υἱοῦ ἐνδυναμωθῶσι διά τε τῆς τρίτης μαρτυρίας λάβωσι πνεῦμα ἅγιον καὶ πληρωθῶσι,

φανερῶς τῶν φωνῶν τῶν Χερουβὶμ καὶ Σεραφὶμ κραζουσῶν τὸ] τρίτον τὸ »ἅγιος ἅγιος [*](1 Matth. 26, 33 Mark. 14, 29 — 2 Mark. 14, 72 Matth. 26, 75 Luk. 22, 61 — 6 Job. 21, 3; zu ὁ συγκο|νωνὸς vgl. Luk. 5, 10 — 10 vgl. Luk. 5, 5 Job. 21, 7 — 12 Joh. 21, 5 — 13 Jok 21, – 14 Joh. 21, 7 — 18 Job. 21, 16 u. 17 — 21 g vgl. Gal. 2, 9 — 23 Deut. 19, 15 29 vgl. Jes. 6, 3 L J — S. 18, 10 Doctrina patrum 42, 3; S. 316, 11 Diekamp (kein Text gegeben)) [*](1 τὸ] rcp J 2 λέγω<ν> * 5f ὑπὸ τῶν — ἁλ|εύε|ν < J 6 (6) 10 <λίμνης> * 11 * etwa <ἦν σὺν αὐτῷ> * 14 ἐκΠλαγέντ| 15 vor ἄνθρωπος Lücke Wilamowitz | ἀπὸ Μαρίας < L 16 <τακὰ> 17 <οὐτος> * 24 μαρτυρ|ῶν *, vgl. Ζ. 28 μαρτυρίας] μαρτύρων LJ 25 * | <καὶ ἡ πίστ|ς> * 27 μαρτυρ|ῶν *] μαρτύρων LJ | τε *] δὲ 28 πληρωθῶσ|] τελε|ωθῶσ|? * 29 κραζουσῶν *] κραζόντων LJ | τὸ] *)

18
ἅγοις«.

οὐ γὰρ διὰ δύο φωνῶν ἡ δοξολογία ἐν οὐρανῷ τελεῖται οὐδὲ τέταρτον ἐπιφωνοῦσι τὰ αὐτὰ ἅγια καὶ ἀνόρατα πνευματικὰ ςῷα οὐδὲ. τετάρτην φωνὴν ἀποδίδωσι τὰ αὐτὰ οὐδὲ μίαν μόνην, ἀλλὰ τρεῖς φωνὰς ἑνικάς τὸ ἅγιος ἅγιος ἅγιος·

καὶ οὐ λέγουσιν ἅγιοι ἅγιοι. μὴ μὴ τὸ ἑνικὸν πολυώνυμον ἀποφήνωσι Με τῶν τριῶν τὸν ἀριθμὸν ἀποκορύφωσιν, ἀλλὰ τρὶς μὲν διδόασι τὴν ἁγιαστείαν, μονοειδῶς δὲ καὶ ἑνικῶς ἀποφθέγγονται τὸν λόγον, ἴνα μὴ πολυθεΐαν ὀνομασωσιν.

εἷς γὰρ ἐστι θεός, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι. καὶ διὰ τοῦτο »ἅγιος ἐν ἁγίοις ἀναπαὐμενος«. πατὴρ ἀληθινὸς ἐνυπόστατος καὶ υἱὸς ἀληθινὸς ἐνυπόστατος καὶ πνεῦμα ἅγιον ἀληθινὸν ἐνυπόστατον, τρία ὄντα μία θεότης μία οὐσία μία δοξολογία εἷς θεός.

ὠνόμασας υἱόν, συμπεριείληφας τῇ διανοίαι τὴν τριάδα· ἔσχες πνεῦμα ἄλγιον, κατηξίωσαι τῆς δυνάμεως τῆς πατρῴας καὶ τοῦ υἱοῦ τοῦ θεοῦ· ἐδόξασας τὸν πατέρα, ἐσήμανας τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα.

ἀλλὰ μὴ κατὰ συναλοιφήν· ἔστι γὰρ ὁ πατὴρ πατήρ, ἔστιν ὁ υἱὸς υἱός, ἔστι τὸ ἅγιον πνεῦμα ἅγιον πνεῦμα. ἀλλ’ οὐκ ἠλλοτριωμένη ἡ τριὰς τῆς ἑνότητος καὶ τῆς ταυτότητος· [*](P16) τιμᾶται δὲ ὁ πατὴρ καθὸ πατήρ ἐστι, τιμᾶται ὁ υἱὸς καθὸ υἱός ἐστι, τιμᾶται τὸ πνεῦμα τὸ ἄλγιον καθὸ πνεῦμα ἀληθὲς καὶ πνεῦμα θεοῦ. οὕτω Ιλἐγει ὁ μονογενής ὁ τιμῶν τὸν πατέρα τιμᾷ τὸν υἱόν«· ἐν [*](D99) τῷ γὰρ λέγειν τὸν πατέρα υἱὸν σημαίνεις καὶ υἱὸν τιμᾷς. καί »"ο τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα«· ἐν τῷ γὰρ ὀνομάζειν σε τὸν υἱὸν τιμᾷς τὸν πατέρα, οὐκ ἐλάττονα τὸν Χριστὸν φάσκων τοῦ πατρός.