De Laudibus Constantini
Eusebius of Caesarea
Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.
Ἀλλὰ ταῦτα πόθεν ἀνθρώποις εἰδέναι; τίς δ’ ἀκοῇ θνητῶν ταῦτα διηκονήσατο; πόθεν δὲ γλώττῃ σαρκὸς τὰ σαρκῶν ἀλλότρια καὶ σωμάτων ἀποφθέγγεσθαι; τίς τὸν ἀφανῆ βασιλέα διοπτεύσας ταύτας ἐν αὐτῷ κατεῖδεν δυνάμεις; αἰσθήσει μὲν γὰρ σωμάτων ἀδελφὰ στοιχεῖα τά τ’ ἐκ τούτων συγκρίματα καταλαμβάνεται, ἀλλ’ οὐδείς πω σωμάτων ὀφθαλμοῖς τὴν κατὰ πάντων ἀφανῆ βασιλείαν ὄψει παραλαβὼν ἐσεμνύνατο, οὐδὲ θνητὴ φύσις τὸ σοφίας κατενόησε κάλλος. τίς δὲ σαρκῶν αἰσθήσει τὸ δικαιοςύνης ἐνεῖδε πρόσωπον; ἐννόμου δ’ ἀρχῆς καὶ βασιλικῆς ἐξουςίας πόθεν ἀνθρώποις ὑπειςῆλθον ἔννοιαι; πόθεν αὐτοκρατορικὴ δύναμις τῷ σαρκὶ καὶ αἵματι πεπιλημένῳ; τίς δὲ τὰς ἀφανεῖς καὶ ἀσχηματίστους ἰδέας καὶ τὴν ἀσώματον καὶ ἀσχημάτιστον οὐσίαν τοῖς ἐὶ γῆς ἐξηγόρευσεν;
ἀλλ’ ἦν ἄρα τούτων εἷς ἑρμηνεὺς ὁ διὰ πάντων ἥκων τοῦ θεοῦ λόγος, ὁ τῆς ἐν ἀνθρώποις λογικῆς καὶ νοερᾶς πατὴρ οὐσίας, μόνος μὲν τῆς τοῦ πατρὸς θέοτητος ἐξημμένος, τοῖς δὲ σφετέροις ἐκγόνοις τὰς πατρικὰς ἀπορροίας ἐπάρδων. ἔνθεν ἅπασιν ἀνθρώποις Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις οἱ κατὰ φύσιν αὐτομαθεῖς λογισμοί, ἔνθεν λόγου καὶ σοφίας [*](7 μεγίστων ἀγαθῶν Zimm., μέγιστον ἄγαθον HSS | 12 τὴν <J | 14 ὁ δ’ αὐτὸς τὴν οὐσίαν ἀγαθὸς μόνος + am Rande H 1, <JN | 15 ἰσχύει HJ | τε Hkl, δὲ HSS | 18 καὶ ἐξουσίας <J | 27 ὑπειςῆλθον HJ, ὑπειςῆλθεν N | ἐννοίας H, ἔννοιαι J, ἔννοια N | 28 πεπιλημένω, ι auf Ras, H | 32 πατὴρ οὐσίας ~ J | 33 ἐκγόνοις N, ἐγγόνοις HJ.)