De Laudibus Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ὁ μέν γε τοῦ θεοῦ μονογενὴς λόγος τῷ αὐτοῦ πατρὶ συμβασιλεύων ἐξ ἀνάρχων αἰώνων εἰς ἀπείρους καὶ ἀτελευτήτους αἰῶανας διαρεκεῖ· ὁ δὲ τούτῳ φίλος, ταῖς ἄνωθεν βασιλικαῖς ἀπορροίαις χορηγούμενος τῷ τε τῆς θεικῆς ἐπηγορίας ἐπωνύμῳ δυναμούμενος, μακραῖς ἐτῶν περιόδοις τῶν ἐπὶ γῆς κρατεῖ.

εἶδ᾿ ὁ μὲν τῶν ὅλων σωτὴρ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον τὴν τε ἀνωτάτω βασιλείαν τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον τήν τε ἀνωτάτω βασιλείαν εὐπρεπῆ τῷ αὐτοῦ πατρὶ παρασκευάζει· ὁ δὲ τούτῳ φίλος αὐτῷ τῷ μονογενεῖ καὶ σωτῆρι λόγῳ τῶν ἐπὶ γῆς τοὺς ὑποχειρίους προσάγων ἐπιτησείους πρὸς τὴν αὐτοῦ βασιλείαν καθίστησιν.

καὶ ὁ μὲν κοινὸς τῶν ὅλων σωτὴρ τὰς ἀποστατικὰς δυνάμεις, ὅσαι ποτὲ ἀμφὶ τόνδε τὸν ὑπὲρ γῆς ἀέρα διιπτάμεναι ταῖς τῶν ἀνθρώπων ἐνέχριμπτον φυχαῖς, ἀοράτῳ καὶ θεικῇ δυμάμει οἷα θῆρας ἀγρίους τῶν αὐτοῦ φρεμμάτων ποιμένος ἀγαθοῦ δίκην πορρωτάτω καθίστησιν· ὁ δὲ τούτῳ φίλος ἄνωθεν παρ᾿αὐτοῦ τοῖς κατ᾿ ἐχθρῶν κοσμούμενος τροπαίοις τοὺς ἐμφανεῖς τῆς ἀληθείας ἐχθροὺς νόμω πολέμου χειρούμενος σωφρονίζει.

καὶ ὁ μὲν λόγος ὢν προκόσμιος καὶ σωτὴρ τῶν ὅλων λογικὰ καὶ σωτηριώδη σπέρματα τοῖς αὐτοῦ παραδιδοὺς θιασώταις λογικοὺς ἅμα καὶ τῆς τοῦ πατρὸς βασιλείας ἐπιστημονικοὺς ἀπεργάζεται· ὁ δὲ τούτῳ φίλος οἷά τις ὑποφήτης τοῦ θεοῦ γόλου πᾶν γένος ἀνθρώπινον ἐπὶ τὴν τοῦ κρείττονος ἀνακαλεῖται γνῶσιν, ταῖς πάντων ἀκοαῖς ἐμβοῶν μεγάλῃ τε φωνῇ τοῖς ἐπὶ γῆς ἅπασι τοὺς τῆς ἀληθοῦς εὐσεβείας ἀνακηρύττων νόμους.

καὶ ὁ μὲν τῶν ὅλων σωτὴρ τὰς οὐρανίους πύλας τῆς τοῦ πατρὸς βασιλείας τοῖς ἐνθένδε ἐκεῖσε μεθισταμένοις ἀναπετάννσιν· ὁ δὲ ζήλῳ τοῦ κρείττονος πάντα ῥύπον ἀθέου πλάνης τῆς κατὰ γῆν βασιλείας ἀποκαθηράμενος χοροὺς ὁσίων καὶ εὐσεβῶν ἀνδρῶν εἴσω βασιλικῶν οἴκων εἰσκαλεῖται, αὔτανδρον τὸν σύμπαντα στόλον τῶν ὑπ᾿ αὐτῷ κυβερνωμένων διασώσασθαι προμηθούμενος.

πανήγυρίν τε ταύτην μόνος οὗτος τῶν πώποτε τῆς Ῥωμαίων καθηγησαμένων βασιλείας,τριτταῖς ἤδη περιόδιοις δεκάδων πρὸς τοῦ παμβασιλέως θεοῦ τιμηθείς, οὐ χθονίοις κατὰ τοὺς παλαιοὺς συντελεῖ πνεύμασιν, οὐδὲ λαοπλάνων φάσμασι δαιμόνων, οὐδ᾿ ἀπάταις καὶ [*](6 διαρεκεὶ δὲ Η, διαρκὴς δὲ J, ὁ διαρκὴς δὲ Ν |ὁ + vor δὲ Val. | τῆς —βασιλικῆς HJ, ταῖς — βασιλικαὶς Ν | ἀπορροίας Η |7 ἐπωνύμῳ <J | 11 ὑπὸ χεῖρα J | 12 αὐτὴν Η |24 τῆ + vor φωνῇ Ν |25 τῆς ἀληθοῦς < JN | nach εὐσεβείας + ἀληθεῖς J, καὶ ἀληθείας Ν |26 οὐρανίας J | 28 καταὶ Η |33 καθηγησαμένων Hkl (vgl. S. 9, 4), καθηγεμὼν Η, καθηγεμονευσάντων Ν, < J.)

v.1.p.200.
λήροις ἀθέων ἀνδρῶν, αὐτῷ δὲ τὰ χαριστήρια τῷ τετιμηκότι, συνῃσθημένος τῶν εἰς αὐτὸν κεχορηγημένων ἀγαθῶν, ἀποδίδωσιν, οὐ κατὰ τοὺς παλαιοὺς αἵμασι καὶ λύθροις τοὺς βασιλικοὺς οἴκους μιαίνων, οὐδὲ καπνῷ καὶ πυρὶ ζώων τε ὁλοκαύτων θυσίαις χθονίους δαίμονας ἀπομειλισςόμενος, τὴν δ’ αὐτῷ τῷ βασιλεῖ τῶν ὅλων προσφιλῆ καὶ χαρίεσσαν θυςίαν, αὐτὴν δηλαδὴ τὴν αὐτοῦ βασιλικὴν ψυχὴν καὶ ηνὴς αὐτῷ μόνη, ἣν δὴ βασιλεὺς ὁ ἡμεδαπὸς καλλιερεῖν ἀπύροις καὶ ἀναίμοις τοῖς κατὰ διάνοιαν κεκαθαρμένοις λογισμοῖς δεδίδακται, ψυχῆς μὲν ἀδιαψεύστοις δόγμασι τὰ τῆς εὐσεβείας κρατύνων, λόγῳ δὲ μεγαλοπρεπεῖ γεραίρων τὴν θεολογίαν, πράξεσί τε βασιλικαῖς τὴν τοῦ κρείττονος ζηλῶν φιλανθρωπίαν, ολος τε ἀνακείμενος αὐτῷ καὶ μέγα δῶρον ἀνατιθεὶς αὐτὸς ἑαυτὸν οὗ πεπίστευται κόσμου τὸ ἀκροθίνιον· τοῦτο δὴ μέγιστον ἱερεῖον πρὸ τῶν ἁπάντων καλλιερεῖ βασιλεύς, θύει δ’ ἅτε ποιμὴν ἀγαθός οὐκ
  • Ἀρνῶν πρωτογόνων ῥέζων κλειτὰς ἑκατόμβας,
  • τῶν ὑπ’ αὐτῷ ποιμαινομένων λογικῶν θρεμμάτων τὰς ψυχὰς τῇ αὐτοῦ γνώσει καὶ εὐσεβείᾳ προσάγων.

    Ὁ δὲ τῷ τοιῷδε χαίρων ἱερείῳ καὶ τὸ δῶρον ἀσμένως ἀσπαζόμενος τῆς τε σεμνῆς καὶ καλλιπρεποῦς θυςίας τὸν ἱεροφάντην ἀγάμενος προσθήκας αὐτῷ μακρῶν περιόδων τῆς βασιλείας προστίθησιν, ἀμοιβαίως ταῖς εἰς αὐτὸν ὁσίαις αὔξων τὰς εὐεργεςίας, παρέχει τε παντοίας ἑορτὰς ἐκτελεῖν σὺν πολλῇ ῥᾳστώνῃ τῆς μοναρχίας, ἐφ’ ἑκάστῃ περιόδῳ δεκαετοῦς πανηγύρεως ἕνα τινὰ τῶν αὐτοῦ παίδων ἐπὶ τὴν τοῦ βασιλικοῦ θρόνου κοινωνίαν προχειριζόμενος καὶ ὥσπερ εὐθαλεῖ καὶ ἀκμαίῳ φυτῷ χρόνων αὐξήσεις δωρούμενος.

    πρῶτόνγε τοῦ πατρὸς τὸν ὁμώνυμον κατὰ τὴν πρώτην τῆς βασιλικῆς περιόδου δεκάδα τοῦ βασιλικοῦ κοινωνὸν ἀπέφηνε κλήρου, δεύτερον δ’ ἐπὶ τῇ δευτέρᾳ δεκάδι τὸν ἐφεξῆς τῷ χρόνῳ, τὸν τρίτον ὡσαύτως ἐπὶ τῇ τρίτῃ τῆς μετὰ χεῖρας ἑρτῆς δεκάδι. ἤδη δὲ καὶ τετάρτης ἀνακυκλουμένης περιόδου, ὡς ἂν τῶν χρόνων εἰς μῆκος ἐκτεινομένων, συναύξων τὴν βασιλείαν ἀφθόνῳ κοινωνίᾳ τοῦ γένους καιςάρων τε ἀναδείξεσι θείων προφητῶν ἀποπληροῖ θεσπίσματα, ἃ δὴ πάλαι καὶ πρόπαλαι ὧδέ πη [*](16 Hom. ll. 4, 102. – 26 vgl. Euseb. Vita Const. IV, 40.) [*](1 λήροις Wil., ἄκροις HN, καὶ ἄκροις <J | 3 οἴκους <HJ | 14 ἀκροθήνιον H, J ἀκροθιν, aber vor ι ein Buchst. ausradiert | 14 πρὸ J, πρὸς HN | 15 οὐκ < Wil. | 17 nach τῶν + δ’ N | nach αὐτῷ + δὲ J | 19 ἀσπαζ.] ἀποδεχόμενος J | 20 τε <N | 23 τῆ + vor ῥᾳστ. N | 25 καὶ ὥσπερ — δωρ. <N | 32 θείων προφητειῶν H, προφητειῶν J, προφητῶν θείων N.)

    v.1.p.201.
    ἐβόα· „καὶ διαλήψονται τὴν βασιλείαν ἅγιοι ὑψίστου.“

    οὕτω δῆτα χρόνων ἅμα καὶ παίδων αὐξήσεις βασιλεῖ τῷ θεοφιλεστάτῳ θεὸς αὐτὸς ὁ παμβασιλεὺς δωρούμενος, ἀκμάζουσαν αὐτῷ καὶ νεαρὰν τὴν κατὰ τῶν ἐπὶ γῆς ἐθνῶν ἡγεμονίαν ὥσπερ ἄρτι φύειν ἀρχομένην καθίστησιν, αὐτός τε αὐτῷ συντελεῖ τὴν πανήγυριν, νικητὴν αὐτὸν καθιστὰς ἐχθρῶν ἁπάντων καὶ πολεμίων εὐσεβείας τε ἀληθοῦς ὑπόδειγμα τοῖς ἐπὶ γῆς ἅπασιν ἀποφαίνων.

    ὁ δ’, ὡς φῶς ἡλίου μαρμαρυγαῖς, ταῖς τῶν καιςάρων ἐπιλάμψεσι τοὺς πορρωτάτω τοῖς τόποις ἀπῳκισμένους ταῖς εἰς μακρὸν ἐξ αὐτοῦ παραπεμπομέναις ἀκτῖσι καταυγάζει, ὧδε μὲν ἡμῖν τοῖς τὴν ἑῴαν λαχοῦσι τὸν ἐπάξιον αὐτοῦ καρπόν, θάτερον δὲ τῶν παίδων θατέρῳ γένει τῶν ἀνθρώπων, καὶ πάλιν ἄλλον ἀλλαχόθι, λαμπτῆρας οἷα καὶ φωστῆρας τῶν ἐξ αὐτοῦ προχεομένων φώτων διενείματο· εἶθ’ ὑπὸ μίαν ζεύγλην βασιλικοῦ τεθρίππου τέτταρας ὑποζεύξας αὐτὸς αὐτῷ οἷά τινας πώλους τοὺς ἀνδρειοτάτους καίσαρας ἡνίαις τε αὐτοὺς ἐνθέου συμφωνίς τε καὶ ὁμονοίας ἁρμοςάμενος, ἄνωθεν ὑψηλῶς ἡνιοχῶν ἐλαύνει, ὁμοῦ τὴν σύμπασαν ὅσην ἥλιος ἐφορᾷ διϊππεύων, αὐτός τε τοῖς πᾶσιν ἐπιπᾶρὼν καὶ τὰ πάντα διασκοπούμενος.

    κἄπειτα τῆς οὐρανίου βασιλείας εἰκόνι κεκοσμημένος. ἄνω βλέπων κατὰ τὴν ἀρχέτυπον ἰδέαν τοὺς κάτω διακυβερνῶν ἰθύνει, μονάρχου δυναστείας μιμήματι κραταιούμενος· τοῦτο γὰρ ἀνθρώπου φύσει τῶν ἐπὶ γῆς μόνῃ ὁ τῶν ἁπάντων δεδώρηται βασιλεύς. νόμος γὰρ οὗτος βασιλικῆς ἐξουςίας ὁ τὴν κατὰ πάντων μίαν ἀρχὴν ὁριζόμενος.

    μοναρχία δὲ τῆς πάντων ὑπέρκειται συστάσεώς τε καὶ διοικήσεως· ἀναρχία γὰρ μᾶλλον καὶ στάσις ἡ ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένη πολυαρχία. διὸ δὴ εἷς θεὸς ἀλλ’ οὐ δύο οὐδὲ τρεῖς οὐδὲ ἔτι πλείονες· ἀκριβῶς γὰρ ἄθεον τὸ πολύθεον, εἷς βασιλεύς, καὶ ὁ τούτου λόγος καὶ νόμος βασιλικὸς εἷς, οὐ ῥήμασι καὶ συλλαβαῖς ἐκφωνούμενος οὐδ’ ἐν γραφαῖς καὶ στήλαις χρόνου μήκει δαπανώμενος, ζῶν δὲ καὶ ὑφεστὼς θεὸς λόγος, τοῖς ὑπ’ αὐτὸν καὶ μετ’ αὐτὸν ἅπασι τὴν τοῦ πατρὸς διαταττόμενος βασιλείαν. στρατιαὶ δὲ τοῦτον οὐράνιοι περιπολοῦσι, μυριάδες τε ἀγγέλων θεοῦ λειτουργῶν πλήθη τε στρατοπεδείας ὑπερκοσμίου τῶν τε εἴσω οὐρανοῦ πνευμάτων ἀφα- [*](1 Dan. 7, 18.) [*](8 μαρμαρυγὲς H, μαρμαρυγῆς J | μαρμ. — ἐπιλάμψεσι <Wil. | 10 μὲν ἡμῖν ~ Hkl | τὸν] τοῖς H | 11 κἀ (so) + vor θάτερον H | 14 αὐτῷ Hkl, ἑαυτῶ HSS | 15 τε <N | 17 ὁ + vor ἥλιος N | 21 ἀνωݲνݲ auf Ras N | 22 μόνῃ Val., Wil., μόνος HSS | ὁ + Wil. | 23 τὴν <Hkl | 30 θεοῦ? Hkl | 33 στρατοπεδίας HN, -ειας, aber ει aus ι, J.)

    v.1.p.202.
    νῶν τῇ τοῦ παντὸς κόσμου τάξει διακονουμένων, ὧν πάντων ὁ βασιλικὸς καθηγεῖται λόγος οἷά τις μεγάλου βασιλέως ὕπαρχος. ἀρχιστράτηγον αὐτὸν καὶ ἀρχιερέα μέγαν προφήτην τε τοῦ πατρὸς καὶ μεγάλης βουλῆς ἄγγελον φωτός τε ἀπαύγασμα πατρικοῦ μονογενῆ τε υἱὸν καὶ τούτων ἕτερα μυρία θεσπίζουσιν ἀναφωνοῦσαι θεολόγων φωναί, ὃν δὴ ζῶντα λόγον καὶ νόμον καὶ σοφίαν ἀγαθοῦ τε πλήρωμα παντὸς ὁ γεννήσας ὑποστηςάμενος, μεγίστων ἀγαθῶν δόμα τοῖς ὑπὸ τὴν βασιλείαν πᾶσιν ἐδωρήσατο. ὁ δὲ διήκων τὰ πάντα πάντη τε ἐπιπορευόμενος καὶ τάς τε τοῦ πατρὸς χάριτας ἀφθόνως ἐξαπλῶν εἰς πάντας μέχρι καὶ τῶν ἐπὶ γῆς λογικῶν τὸ τῆς βασιλικῆς δυναστείας ἐξέτεινεν μίμημα, θεϊκαῖς δυνάμεσι τὴν κατ’ εἰκόνα τὴν αὐτοῦ πεποιημένην ἀνθρώπου ψυχὴν κατακοσμήσας· ἔνθεν αὐτῇ καὶ τῶν ἄλλων ἀρετῶν ἡ κοινωνία θεϊκῆς ἐξ ἀπορροίας περίεστι. μόνος μὲν γὰρ σοφὸς ὁ καὶ θεὸς μόνος. ὁ δ’ αὐτὸς τὴν οὐσίαν ἀγαθὸς μόνος, ἰσχύι τε δυνατὸς αὐτὸς μόνος, καὶ γεννήτωρ μὲν αὐτῆς δικαιοςύνης, πατὴρ δὲ λόγου καὶ σοφίας, πηγή τε φωτὸς καὶ ζωῆς, ἀληθείας τε καὶ ἀρετῆς ταμίας, καὶ δὴ βασιλείας αὐτῆς ἀρχῆς τε πάσης καὶ ἐξουσίας καθηγεμών.

    Ἀλλὰ ταῦτα πόθεν ἀνθρώποις εἰδέναι; τίς δ’ ἀκοῇ θνητῶν ταῦτα διηκονήσατο; πόθεν δὲ γλώττῃ σαρκὸς τὰ σαρκῶν ἀλλότρια καὶ σωμάτων ἀποφθέγγεσθαι; τίς τὸν ἀφανῆ βασιλέα διοπτεύσας ταύτας ἐν αὐτῷ κατεῖδεν δυνάμεις; αἰσθήσει μὲν γὰρ σωμάτων ἀδελφὰ στοιχεῖα τά τ’ ἐκ τούτων συγκρίματα καταλαμβάνεται, ἀλλ’ οὐδείς πω σωμάτων ὀφθαλμοῖς τὴν κατὰ πάντων ἀφανῆ βασιλείαν ὄψει παραλαβὼν ἐσεμνύνατο, οὐδὲ θνητὴ φύσις τὸ σοφίας κατενόησε κάλλος. τίς δὲ σαρκῶν αἰσθήσει τὸ δικαιοςύνης ἐνεῖδε πρόσωπον; ἐννόμου δ’ ἀρχῆς καὶ βασιλικῆς ἐξουςίας πόθεν ἀνθρώποις ὑπειςῆλθον ἔννοιαι; πόθεν αὐτοκρατορικὴ δύναμις τῷ σαρκὶ καὶ αἵματι πεπιλημένῳ; τίς δὲ τὰς ἀφανεῖς καὶ ἀσχηματίστους ἰδέας καὶ τὴν ἀσώματον καὶ ἀσχημάτιστον οὐσίαν τοῖς ἐὶ γῆς ἐξηγόρευσεν;

    ἀλλ’ ἦν ἄρα τούτων εἷς ἑρμηνεὺς ὁ διὰ πάντων ἥκων τοῦ θεοῦ λόγος, ὁ τῆς ἐν ἀνθρώποις λογικῆς καὶ νοερᾶς πατὴρ οὐσίας, μόνος μὲν τῆς τοῦ πατρὸς θέοτητος ἐξημμένος, τοῖς δὲ σφετέροις ἐκγόνοις τὰς πατρικὰς ἀπορροίας ἐπάρδων. ἔνθεν ἅπασιν ἀνθρώποις Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις οἱ κατὰ φύσιν αὐτομαθεῖς λογισμοί, ἔνθεν λόγου καὶ σοφίας [*](7 μεγίστων ἀγαθῶν Zimm., μέγιστον ἄγαθον HSS | 12 τὴν <J | 14 ὁ δ’ αὐτὸς τὴν οὐσίαν ἀγαθὸς μόνος + am Rande H 1, <JN | 15 ἰσχύει HJ | τε Hkl, δὲ HSS | 18 καὶ ἐξουσίας <J | 27 ὑπειςῆλθον HJ, ὑπειςῆλθεν N | ἐννοίας H, ἔννοιαι J, ἔννοια N | 28 πεπιλημένω, ι auf Ras, H | 32 πατὴρ οὐσίας ~ J | 33 ἐκγόνοις N, ἐγγόνοις HJ.)

    v.1.p.203.
    ἔννοιαι, ἔνθεν φρονήσεως καὶ δικαιοσύνης σπέρματα, ἔνθεν αἱ τῶν τεχνῶν καταλήψεις, ἔνθεν ἀρετῆς ἐπιστήμη σοφίας τε φίλον ὄνομα καὶ σεμνὸς φιλοςόφου παιδείας ἔρως, ἔνθεν ἀγαθοῦ παντὸς καὶ καλοῦ γνῶσις, ἔνθεν αὐτοῦ φανταςία θεοῦ καὶ βίος θεοσεβείας ἐπάξιος, ἔνθεν ἀνθρώπῳ βασιλείας ἰσχὺς καὶ κράτος ἄμαχον τῶν ἐπὶ γῆς ἁπάντων. ὡς δὲ τὸν κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν ἐν ἀνθρώπου ψυχῇ χαρακτῆρα λόγος ὁ τῶν λογικῶν ὑφίστη πατὴρ βασιλικόν τε τουτοὶ τὸ ζῶον ἀπειργάζετο, μόνον τῶν ἐπὶ γῆς βασιλεύειν καὶ βασιλεύεσθαι τοῦτ’ εἰδέναι ἀναδείξας προμελετᾶν τε καὶ προδιδάσκεσθαι ἐνθένδε τῆς οὐρανίου βασιλείας τὴν ἐπηγγελμένην ἐλπίδα, δι’ ἣν καὶ ἀφῖκται, θνητοῖς τε εἰς ὁμιλίαν ἐλθεῖν αὐτὸς ὁ τῶν παίδων οὐκ ἀπώκνει πατήρ, τὰ δ’ αὐτοῦ γεωργῶν σπέρματα καὶ τὰς ἄνωθεν ἀνανεούμενος χορηγίας οὐρανίου μεθέξειν βασιλείας τοῖς πᾶσιν εὐηγγελίζετο, ἐκάλει τε καὶ παρεκάλει πρὸς τὴν ἄνω πορείαν εὐτρεπεῖς εἶναι τὴν ἐπάξιον τῆς κλήσεως στολὴν παρασκευασαμένους, ἐπλήρου τε ἀρρήτῳ δυνάμει τὴν σύμπασαν ὅσην ἥλιος ἐφορᾷ τοῦ κηρύγματος, τῷ τῆς κατὰ γῆς βασιλείας μιμήματι τὴν οὐράνιον ἐκτυπούμενος, ἐφ’ ἣν καὶ σπεύδειν τὸ πᾶν τῶν ἀνθρώπων παρορμᾷ γένος, ἀγαθὴν ἐλπίδα ταύτην προβεβλημένος.

    Ἧς ὁ μὲν τῷ θεῷ φίλος ἐντεῦθεν ἤδη μέθεξει, ταῖς ἐμφύτοις τῷ θεῷ κοσμηθεὶς ἀρεταῖς καὶ τὰς ἐκεῖθεν ἀπορροίας τῇ ψυχῇ καταδεδεγμένος, καὶ λογικὸς μὲν ἐκ τοῦ καθόλου γεγονὼς λόγου, σοφίας δὲ μετουσίᾳ σοφός, ἀγαθὸς δ’ ἀγαθοῦ κοινωνίᾳ, καὶ δίκαιος μετοχῇ δικαιοςύνης, σώφρων τε σωφροςύνης ἰδέᾳ, καὶ τῆς ἀνωτάτω μετασχὼν δυνάμεως ἀνδρεῖος.

    ἀτὰρ δὴ καὶ βασιλεὺς ἀληθεῖ λόγῳ χρηματίσειεν ἂν οὗτος ὁ τῆς ἐπέκεινα βασιλείας τὸ μίμημα βασιλικαῖς ἀρεταῖς τῇ ψυχῇ μεμορφωμένος. ὁ δὲ τούτων ἀπεξενωμένος καὶ τὸν βασιλέα τῶν ὅλων ἀπαρνηθείς, μηδὲ τὸν ἐπουράνιον ψυχῶν ἐπιγραψάμενος πατέρα, μηδὲ τὸν πρεποντα βασιλεῖ κόσμον περιθέμενος, ἀμορφίαν δὲ καὶ αἶσχος ἀναλαβὼν τῇ ψυχῇ, καὶ θηρὸς μὲν ἀγρίου θυμὸν βασιλικῆς ἡμερότητος ἀντικαταλλαξάμενος, ἰὸν δὲ δυσαλθῆ κακίας ἀντ’ ἐλευθερίου διαθέσεως, μωρίαν δ’ ἀντὶ φρονήσεως, καὶ ἀντὶ λόγου καὶ σοφίας τὴν παντὸς δυσειδεστάτην ἀλογίαν, ἐξ ἧς ὥσπερ ἀπὸ πικροῦ πόματος τὰ λυμαντικὰ συνομαρτεῖ βλαστήματα, βίος [*](2 σοφίας — 3 ἔρως <J | 3 ἔνθεν — γνῶσις steht nach ἐπάξιος (4) in JN | 6 ὡς δὲ — 18 ἐκτυπούμενος <J | 9 τοῦτ’ εἰδ. <Hkl | 11 τε <Wil. | 13 χορηγίας, ηγιας auf Ras., H | 15 τῆς κλήσεως στολὴν ~ N | 16 ἐπλήρου τε N, ἐπλήρουντο HJ| ὅσην N, ὅσον H | ὁ + vor ἥλιος N | 19 προβεβλημένος N, προβεβλημένους HJ | 21 κοσμηθεῖ H | 26 ἂν + Hkl | τῇ ψυχῇ HJ, τὴν ψυχὴν N, vgl. S. 204, 5. u. 19 | 34 πόματος HSS, lieber ῥιζώματος Hkl.)

    v.1.p.204.
    ἄσωτος, πλεονεξίαι, μιαιφονίαι, θεομαχίαι, δυσςέβειαι· τούτοις ἐκδοθείς, κἂν νομίζηταί ποτε τυραννικῇ βίᾳ κρατεῖν, ἀλλ’ οὔποτ’ ἀληθεῖ λόγῳ χρηματίσει βασιλεὺς οὗτος.

    πῶς δ’ ἂν τὸ μίμημα τῆς μοναρχικῆς ἐξουςίας οἷός τε ἂν εἴη φέρειν ὁ μυρίας ἐψευδογραφημένας δαιμόνων εἰκόνας τῇ αὐτοῦ ψυχῇ τετυπωμένος; πῶς δ’ ἄρχων καὶ τῶν ὅλων κύριος ὁ μυρίους καθ’ ἑαυτοῦ πικροὺς δεσπότας ἐφειλκυσμένος, καὶ δοῦλος μὲν αἰσχρᾶς ἡδονῆς, δοῦλος δ’ ἀκολάστου γυναικομανίας, δοῦλος χρημάτων ἐξ ἀδίκου ποριζομένων, δοῦλος θυμοῦ καὶ ὀργῆς, δοῦλος φόβου καὶ δειμάτων, δοῦλος μιαιφόνων δαιμόνων, δοῦλος ψυχοφθόρων πνευμάτων;

    διὸ δὴ μόνος ἡμῖν βασιλεὺς σὺν ἀληθείᾳ μάρτυρι κεκηρύχθω ὁ τῷ παμβασιλεῖ θεῷ φίλος, ὁ δὴ μόνος ἐλεύθερος μᾶλλον δὲ ὁ κύριος ἀληθῶς, καὶ χρημάτων μὲν ἀνώτερος, γυναικῶν δ’ ἐπιθυμίας κρείττων, νικητὴς δὲ ἡδονῶν καὶ τῶν κατὰ φύσιν, κρατῶν δὲ θυμοῦ καὶ ὀργῆς, ἀλλ’ οὐ κρατούμενος, αὐτοκράτωρ ἀληθῶς οὗτος, φερώνυμον τῇ πράξει φέρων τὴν ἐπηγορίαν· νικητὴς ἐτύμως ὁ τὴν νίκην τῶν καταπαλαιόντων θνητὸν γένος παθῶν ἀράμενος, ὁ πρὸς τὴν ἀρχέτυπον τοῦ μεγάλου βασιλέως ἀπεικονισμένος ἰδέαν καὶ ταῖς ἐξ αὐτῆς τῶν ἀρετῶν αὐγαῖς ὥσπερ ἐν κατόπτρῳ τῇ διανοίᾳ μορφωθείς, ἐξ αὐτῶν δὲ ἀποτελεσθεὶς σώφρων, ἀγαθός, δίκαιος, ἀνδρεῖος, εὐσεβής, φιλόθεος. ἀληθῶς δὴ καὶ μόνος φιλόσοφος βασιλεὺς οὗτος ὁ ἑαυτὸν εἰδὼς καὶ τὰς ἔξωθεν αὐτῷ μᾶλλον δ’ οὐρανόθεν ἐπαρδομένας παντὸς ἀγαθοῦ χορηγίας ἐξεπιστάμενος, ὁ τῆς μονάρχου δυναστείας τὸ σεβάσμιον πρόσρημα τῷ τῆς ἀμπεχόνης ἐξαιρέτῳ περιβλήματι διαφαίνων καὶ τὴν ἐμπρέπουσαν αὐτῷ βασιλικὴν ἁλουργίδα μόνος ἐπαξίως ἐμπεριειλημμένος.

    βασιλεὺς οὗτος ὁ νύκτωρ καὶ μεθ’ ἡμέραν τὸν ἐπουράνιον ἀνακαλούμενος πατέρα, ὁ τοῦτον ἐν ταῖς εὐχαῖς ἐπιβοώμενος, ὁ τῆς ἀνωτάτω βασιλείας ὀριγνώμενος. μὴ γὰρ τὰ παρόντα ἄξια τοῦ παμβασιλέως θεοῦ συνειδώς, τὰ θνητὰ καὶ ἐπίκηρα ποταμοῦ δίκην ῥέοντα καὶ ἀπολλύμενα, τὴν ἄφθαρτον καὶ ἀσώματον τοῦ θεοῦ βασιλείαν πουεῖ, κἀκείνης τυχεῖν εὔχεται, διὰ μεγαλόφρονα [*](1 nach ἄσωτος steht in H καὶ σωστὸς, woraus Val.: καὶ ἄσωστος | ἐνδοθεὶς J | 2 ἀλλ’ vielleicht zu tilgen | οὔποτ’ ἀληθεῖ Hkl, οὔπω τἀληθεῖ HN, οὔπο (aber das letzte ο auf Ras.) τἀλ. J | 3 χρηματίσαι H | 4 ἐψευδογραφημένας H, ψευδογραφουμένας N, ψευδογράφους J, ψευδ. δαιμ. ~ J | 6 ἐψειλκθυσμένος N, ἐφελκυσμένος, α zwischen σ u. μ ausradiert Η, ἐφελκυσμένος J | 7 γυναι (2 Buchst. ausradiert) μανίας H | 8 δὲ + vor χρημάτων N | 9 δουλ. ψυχ. πνευμάτων <J | 12 ὁ <Wil. | 16 τῇ πράξει <JN | ἐτύμως N, ἑτοίμως HJ | 17 θνητῶν J | 18 καὶ ταῖς –19 μορφ. <J | ταῖς N, τὰς H | 19 αὐγαῖς N, αὐταῖς H | 20 αὐτῆς J | 21 ὁ + vor δὴ καὶ HJ | οὗτος – 23 ἐξεπιστ. <J | 26 ἀξίως J | 30 καὶ + vor ποταμοῦ N.)

    v.1.p.205.
    λογισμὸν ὑπὲρ τὴν οὐράνιον ἁφῖδα τὴν διάνοιαν μετεωρίσας καὶ τῶν ἐκεῖ φώτων ἄλεκτον πόθον ἐνεστερνισμένος, ὧν τῇ παραθέσει σκότους οὐδὲν διαφέρειν ἡγεῖται τὰ τοῦ παρόντος βίου τίμια· τήν τε γὰρ ἀνθρώπων άρχὴν θνητοῦ καὶ προσκαίρου βίου μικρὰν καὶ ὀλιγοχρόνιον ἐπισταςίαν οὖσαν ὁρᾷ, οὐ μακρῷ κρείττονα τῆς αἰπόλων ἢ ποιμένων ἢ βουκόλων ἀρχῆς (μᾶλλον δὲ καὶ ἐργωδεστέραν καὶ δυσκολωτέρων θρεμμάτων ἡγεῖται), τάς τε τῶν δήμων ἐκβοήσεις καὶ τὰς τῶν κολάκων φωνὰς πρὸς ὄχλου τίθεται μᾶλλον ἢ πρὸς ἡδονῆς, διὰ στερρὸν ἦθος καὶ γνηςίαν ψυχῆς παίδευσιν.

    6 ἀλλὰ καὶ τὴν τῶν ὑπηκόων δορυφορίαν, μυριάδας στρατοπέδων, ὁπλιτῶν πεζῶν τε ὁμοῦ καὶ ἱππικῶν δοῦλα καὶ ὑπήκοα πλήθη οὐδαμῶς ὁρῶν καταπλήττεται, οὐδ’ ἐπὶ τῇ τούτων ἀρχῇ τυφοῦται, στρέφων εἰς αὐτὸν τὴν διάνοιαν τήν τε κοινὴν ἁπάντων φύσιν καὶ παρ’ ἑαυτῷ βλέπων. ἐσθῆτά γε μὴν χρυσοϋφῆ ποικίλοις ἄνθεσιν ἐξυφασμένην ἁλουργίδα τε βασιλικὴν σὺν αὐτῷ διαδήματι γελᾷ τοὺς πολλοὺς θεώμενος ἐκπεπληγμένους καὶ τὸ φάντασμα κομιδῇ νηπίων δίκην οἷόν τι μορμολύκειον θειάζοντας· οὐδαμῶς δ’ αὐτὸς τὰ ὅμοια πεπονθὼς τῇ ψυχῇ δι’ ἐπιστήμην τοῦ θείου περίβλημα σωφροσύνῃ καὶ δικαιοσύνῃ εὐσεβείᾳ τε καὶ ταῖς λοιπαῖς ἀρεταῖς πεποικιλμένον τὸν ἐπ’ ἀληθείας πρέποντα βασιλεῖ κόσμον περιτίθησιν.

    ἔτι μὴν πρὸς τούτοις τὰ τριπόθητα τοῖς πολλοῖς χρήματα, χρυσὸν λέγω καὶ ἄργυρον καὶ ὅσα λίθων θαυμάζεται γένη, λίθους ἀληθῶς ὑπάρχειν ἀνωφελεῖς καὶ ἄχρηστον ὕλην, οἷα τῇ φύσει ὄντα τυγχάνει τοιαῦτα καὶ ὄντα βλέπει, οὐδὲν πρὸς κακῶν ἀλέξημα οἷά τε ὄντα βοηθεῖν· τί γὰρ ταῦτα πρὸς νόσων ἀπαλλαγὴν ἢ θανάτου ἀποφυγὴν ἰσχύει; ὅμως δ’ οὖν, καίπερ ταῦτα εἰδώς, ἐπιστημόνως αὐτῦν τὴν χρῆσιν πρὸς εὐπρεπῆ τῶν ἀρχομένων κόσμον ἀπαθεῖ λογισμῷ διατίθεται, γελῶν τοὺς ταῦτα διὰ νηπιότητα φρενῶν ἐπτοημένους· κραιπάλης γε μὴν καὶ μέθης τῆς τε περιττῆς καρυκείας οἷα γαστριμάργοις οἰκείας ἀπέχεται, προςήκειν ἑτέροις ταῦτα ἀλλ’ οὐχ ἑαυτῷ ὑπολαμβάνων· ζημιοῦν γὰρ τὰ μεγάλα καὶ τὸ τῆς ψυχῆς νοςρὸν ἀμαυροῦν τὰ τοιαῦτα πέπεισται.

    τούτων δὴ ἕπάντων ὁ τὰ θεῖα πεπαιδετμένος βασιλεὺς καὶ τὰ μεγάλα φρονῶν τοῦ παρόντος βίου τῶν κρειττόνων ἐφίεται, τὸν πατέρα καλῶν τὸν ἐπουράνιον καὶ τὴν ἐκείνου [*](1 μετεωρήσας H, μετεωρίσας, ι auf Ras., J | 2 ἐνστερνισμένος J | 6 καὶ δυσκ. Hkl, ἢ δυσκ. HSS | δυσκολωτέρων Val., δυσκολωτέραν HSS | 7 ἐπιβοήσεις Wil. | 13 αὐτὴν N, ἑαυτὸν Hkl | τε +Hkl | 17 δ’ + Val. | 18 Wortfolge δι’ ἐπιστήμην τοῦ θείου τῇ ψυχῇ (dann +) ἀντὶ N | περίβλημα Wil., περιβλήματος HSS | ὁ + vor σωφροσύνη HJ | 20 περιθέμενος J | 25 θανάτων H | 26 τὴν χρῆσιν Hkl, τῇ χρήσει HSS | 27 τῶν, ω auf Ras., J | 29 οἰκεῖα J | 32 πέπεισται, ει auf Ras., H.)

    v.1.p.206.
    βασιλείαν ποθῶν, πάντα τε σὺν εὐσεβε3ίᾳ πράττων καὶ τοῖς ὑπ᾿ αὐτὸν ἀρχομένοις ὡς ὑπὸ διδασκάλῳ παιδευομένοις ἀγαθῷ τὴν τοῦ μεγάλου βασιλέως θεογνωςίαν προβαλλόμενος.