De Laudibus Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Περιττὰ δ' ἂν καὶ ἄλλως <σοὶ> εἴη τὰ παρ’ ἡμῶν ὃς αὐτῇ τῇ πείρᾳ τῆς σωτηρίου θεότητος συναίσθησιν πολλάκις εἰληφώς, οὐ λόγοις ἀλλ' ἔργοις αὐτοῖς κήρυξ ἅπασι τῆς ἀληθείας καθέσηκας· σὺ γὰρ ἡμῖν αὐτός, βασιλεῦ, σχολῆς δοθείσης εἴποις ἄν βουληθεὶς μυρίας τοῦ σοῦ σωτῆρος θεοφανείας, μυρίας καθ’ ὕπνους παρουσίας,

οὐ τὰς ἀπορρήτους ἡμῖν ὑποβολὰς αὐτοῦ φημι, τὰς δ’ ἐν αὐτῷ σοι λυγισμῷ καταβαλλομένας καὶ περὶ περὶ τῶν ὅλων προνοίας τὰ κοινωφελῆ καὶ τὰ πάντη χρήσιμα παρατιθεμένας·

δ’ ἂν ἡμῖν τοῦ σοῦ προασπιστοῦ γε καὶ φύλακος θεοῦ διελεύσῃ τὰς ἐναργεῖς ἐν πολέμοις ἐπικουρίας, τὰς ἐχθρῶν καὶ ἐπιβούλων φθοράς, τὰς ἐν κινδύνοις δεξιώσεις, τὰς έν ἀπόροις εὐπορίας, τὰς ἐν ἐρημίαις ἀντιλήψεις, τὰς ἐν ἀμηχάνοις εὑρέσεις, τὰς τῶν μελλόντων προγνώσεις, τὰς περὶ τῶν καθόλου προμηθείας, τὰς περὶ τῶν ἀδήλων σκέψεις, τὰς περὶ τῶν μεγάλων ἐπιχειρήσεις, τὰς πολιτικὰς οἰκονομίας, τὰς τῶν στρατοπέδων διοικήσεις, τὰς καθ' ἕκαστον διορθώσεις, τὰς περὶ τῶν κοινῶν διατάξεις, τὰς βιωφελεῖς νομοθεσίας. καταριθμήσεις δ’ ἂν ἀπαραλείπτως ἕκαστα τῶν ἡμᾶς μὲν λανθανόντων, σοὶ δ' αὐτῷ μόνῳ γνωριζομένων καὶ ταῖς σαῖς βασιλικαῖς μνή- μαις οἶα θησαυροῖς ἐν ἀπορρήτοις τεταμιευμένων.

ὦν δὴ χάριν ἁπάντων εἰκότως, αὐτοῖς δὴ τούτοις λαμπροῖς τεκμηρίοις τῆς σωτηρίου δυνάμεως χρησάμενος, οἶκον εὐκτήριον τρόπαιον τῆς κατὰ τοῦ θανάτου νίκης αὐτοῦ πᾶσιν ἀνθρώποις πιστοῖς ὕμα καὶ ἀπίστοις ἀνέδειξας, νεών τε ἅγιον ἁγίου θεοῦ, ζωῆς τε ἀθανάτου καὶ βασιλείας ἐνθέου λαμπρὰ καὶ μεγάλα περικαλλῆ ἀφιερώματα, τὰ] πρέποντά γε εὖ μάλα καὶ οἰκεῖα βασιλεῖ νικητῇ, τοῦ παμβασιλέως σωτῆρος ἀναθήματα· ἅ δὴ τῷ τῆς ἀθανάτου ζωῆς μαρτυρίῳ τε καὶ μνήματι περιβέβληκας. τὸν οὐράνιον τοῦ θεοῦ λόγον νικητὴν καὶ τροπαιοῦχον βασιλικοῖς χαρακτῆρσιν ἐκτυπού- μενος, πᾶσι τοῖς ἔθνεσι λαμπραῖς καὶ ἀνεπισκιάστοις φωναῖς ἔ τε καὶ λόφῳ, τὴν εὐσεβῆ καὶ φιλόθεον ὁμολογίαν προκηρύττων.

[*](1 τοῖς + (nach Syr.) Hkl Ι τὸ ἠληθῶς N, τοῦ ἀλ. H Ι 3 σοὶ + Hkl Ι μενα H, σοι ἀκουόμενα Ν Ι 6 βασιλεὺς N Ι 8 τὰς u. nach τὰς über der Zeile δ' Ν ὅς H | 11 γε HSS, τε Hkl Ι 12 ἐνεργεῖς H Ι φορὰς H Ι 13 τὰς ἐν ἐρ. ἀντιλήψεις + am Rande H Ι 14 εὐρήσεις H Ι 19 καταριθμήσοις N Ι 26 περικαλλῆ < 27 τὰ < Hkl Ι νικητῆ H, νίκης τῆς N, νικητῇ νίκης τῆς Val. Ι 32 προκηρύττων < N. — 29 Zuletzt εὐσεβίου τοῦ παμφίλου βασιλισκὸς Η.)