De Laudibus Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Φέρε δή σοι, Νικητὰ Μέγιστε Κωνσταντῖνε, λόγων ἀπορρήτων μυήσεις ἐν τῷ βασιλικῷ τῷδε ἀμφὶ τοῦ παμβασιλέως τῶν ὅλων συγγράμματι παραθώμεθα, οὐ σὲ μυοῦντες τὸν ἐκ θεοῦ σεσοφισμέ- νον οὐδὲ σοὶ τὰ ἀπόρρητα γυμνοῦντες, ᾧ καὶ πρὸ τῶν ἡμετέρων λόγων θεὸς αὐτὸς οὐκ ἐξ ἀνθρώπων οὐδὲ δἰ ἀνθρώπου δἰ αὐτοῦ δὲ τοῦ κοινοῦ σωτῆρος καὶ τῆς αὐτοῦ σοι πολλαχῶς ἐπιλαμψάσης θεϊκῆς ὄφεως τὰ κρύφια τῶν ἱερῶν ἐξέφηνέν τε καὶ ἀπεκάλυψεν, τοὺς δ’ ἀμαθεῖς ἀνθρώπους εἰς φῶς ἄγοντες καὶ τῶν σῶν τῆς [*](1 παντοῖοι H, παντοίαις JN Ι 2 θνητὸν Hkl, θνητῶν HSS Ι 4 ὀφειλ H, θεοφιλεῖς JN Ι 5 τὰ] τὰς J Ι 9 τὸν] ὧν H Ι θεοφιλῆ N Ι 11 διορθ., ο auf Ras., J Ι 13 ὑψίζυγος, ι auf Ras., J Ι ὑπὲρ πηδαλίων ὀχούμενος Val., ὑπερπηδᾶ αἰωνοχούμενος HN, ὑπερπηδαλιουχούμενος J Ι εὐθέα N Ι τε + vor περαίνων N Ι 20 οἷός τε < Hkl Ι 21 δὴ 3, δὲ HN Ι καὶ σαρκὸς J, καίσαρος, H, καὶ σαρός N Ι 22 nach καταλαμβάνεσθαι steht in J: τῶ δὲ θεῶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμὴν. Die letzten Worte von μακραῖς (Ζ. 17) bis ἀμὴν so geschrieben, dass sie ein Kreuz bilden. — Das Übrige fehlt in J. — H hat hier . . . . . . + τριακονταετηρικός +, dann ein grosser leerer Raum, und dann folgt mit sehr grossen Uncialbuschstaben ευσεβίου τοῦ παμφίλου. βασιλικός. — In N ist hier Absatz.)

v.1.p.224.
εὐσεβείαςόσίων ἔργων τὰς ὑποθέσεις καὶ τὰς αἐτίας τοῖς ἀγνοοῦσιν ὑποτιθέμενοι.

τὰ μὲν γὰρ εἰς τὴν τοῦ παμβασιλέως θεοῦ θεραπείαν τε καὶ τιμὴν ὁσημέραι καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης πρὸς τῆς σῆς ἀρετῆς κατορθούμενα πᾶν στόμα θνητῶν ἀνυμνεῖ, τὰ ἐπὶ τῆς ἡμεδαπῆς ἑστίας, φημὶ δὴ τοῦ Παλαιστινῶν ἔθνους, πόλεώς τε τῆσδε, ἔνθεν ὁ σωτήριος λόγος ὥσπερ ἀπὸ πηγῆς εἰς πάντας ἀνώμβρησεν ἀνθρώπους, ἀνατεθέντα τῷ σῷ φύλακί τε καὶ σωτῆρι χαριστήρια, τρόπαιά τε τῆς κατὰ τοῦ θανάτου νίκης έν προσευκ- τηρίων οἴκοις καὶ ναῶν ἀφιερώσασιν ἀνεγηγερμένα, ὑψηλά τε καὶ περικαλλῆ βασιλικῆς διανοίας βασιλικὰ μεγαλυργήματα ἀμφὶ τὸ σωτήριον μαρτύριον τῆς ἀθανάτου μνήμης ἐπεσκευασμένα

οὐ τοῖς πρόδηλον ἔχει τὴν αἰτίαν, ἀλλ’ οἱ μὲν τὰ θεῖα δυνάμει πνεύματος ἐνθέου πεφωτισμένοι ἴσασί τε καὶ γνωρίζουσι, καὶ σὲ τῆς ἐπὶ ταῦτα διανοίας τε καὶ ὁρμῆς οὐκ ἀθεεὶ κεκινημένης ἐνδίκως θαυμάζουσί τε καὶ μαδαρίζουσιν, οἱ δὲ τῶν θείων ἀγνώμονες ψυχῆς ἀβλεψίᾳ χλεύην καὶ γέλωτα πλατὺν τίθενται τὸ πρᾶγμα, νεκρῶν σωμάτων μνημεῖα καὶ τάφους τοσούτῳ βασιλεῖ σπουδάζεσθαι ἀπρεπὲς εἶναι καὶ ἀνοίκειον ὑπειληφότες.

εἶτ' οὐχὶ βέλτιον, φαίη ἄν τις αὐτῶν, τὰ πάτρια φυλάττειν καὶ τοὺς καθ' ἕκαστον ἔθνος τιμωμένους ἥρωάς τε καὶ θεοὺς εὐμενίζειν μηδὲ ἀποπτύειν αὐτοὺς καὶ φεύγειν τῶν τοιῶνδε συμφορῶν ἕνεκα; ἀλλ' ἢ κἀκείνους ὁμοίως τῷδε τῆς ὁμοπαθείας χάριν θειάζειν, ἤ εἰ ἀπόβλητοι διὰ τὰς ἀνθρωποπαθείας ἐκεῖνοι, καὶ τούτῳ δίκαιον εἶναι τὴν αὐτὴν ἀπονέμειν ψῆφον. ταῦτα γοῦν αὐτῶν εἴποι τις ἂν εὖ μάλα τὰς ὀφρῦς συνάγεν οἰήματί τε δοκησισόφῳ τὸν αὐτοῦ σεμνολογῶν τῦφον.

ὅν δὴ συγγνώμης ἄξιῶν τῆς ἀμαθίας οὐ μόνον ἀλλὰ καὶ πάντα πεπλανημένον ὁ τοῦ παναγάθου πατρὸς φιλάνθρωπος λόγος, διατριβὰς καὶ διδασκαλεῖα καθ’ ὅλης τῆς τῶν ἐθνῶν οἰκουμένης πηξάμενος ἒν τε χώραις καὶ κώμαις ἀγροῖς τε καὶ ἐρημίαις ταῖς θ' ἀπανταχοῦ πόλεσιν εἰς τὴν τῶν ἐνθέων μαθημάτων παίδευσιν ἀφθόνως ἐπικαλεῖται, Ἕλληνας ὁμοῦ καὶ βαρβάρους, σοφοὺς καὶ ἰδιώτας, πένητας καὶ πλουσίους, οἰκέτας ἅμα δεσπόταις, ἄρχοντας καὶ ἀρχομένους, ἀσεβεῖς ἀδίκους ἀμαθεῖς αἰσχροποιοὺς βλασφήμους ἥκειν καὶ σπεύδειν ἐπὶ τὴν ἔνθεον θεραπείαν οἷα φιλάνθρωπος σωτὴρ καὶ Ψυχῶν [*](2 τὸ H Ι βασιλέως N Ι nach θεοῦ + τῶν ὅλων N Ι 4 σῆς + Val. Ι 5 δὴ N, δὲ H Ι 11 μαρτύριον + Val Ι οὐ Val., ὁ H, ἁ N Ι 12 ἀλλ’ < N Ι 14 ἀθεὶ H Ι ἄν < H Ι 21 ἀλλ' ἢ H, ἢ γὰρ N Ι 22 εἰ < H Ι 24 οἰήματί Κε οἰήμασι τι δοκησισόφων καὶ N | 26 οὐ μόνον ἀλλὰ, vgl. 225, 24 Ι 28 διδασκαλεῖα Val., διδασκαλίας HSS Ι 29 τε < Hkl Ι θ’ N, τ')

v.1.p.225.
ἰατρὸς παρακελευόμενος. λαμπραῖς γοῦν φωναῖς προτέρων κακῶν ἀμνηστίαν τοῖς πᾶσιν ἀνακηρύττων ἐβόα· δεῦτε, πρός με", λέγων, „πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς·" αὐθις· „οὐκ ἠλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·" καὶ προστίθησί γε τὸ αἵτιον φάσκων· „οὐ γὰρ χρείαν ἔχουσιν ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες." καὶ· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν αὐτοῦ.“

ἐνθένδε μόνῳ τῷ τὰ θεῖα πεπαιδευμένῳ, τὰς αἰτίας ἐκμαθόντι τῆς τῶν προκειμένων σπουδῆς, κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπίπνοιαν τῷ ἡμετέρῳ βασιλεῖ συνομολογεῖν ἔπεισι καὶ τοῦ τρόπου τὸ θεοσεβὲς ἀποθαυμάζειν τήν τε περὶ τὸ μαρτύριον τῆς σωτηρίου ἀθανασίας σπουδr̀ιν οὐκ ἀΜὶ γεγονέναι πιστεύειν ἐξ ἐπιπνοίας δὲ ἀληθῶς τοῦ χρείττονος, οὑ θεράπων ἀγαθὸς ἀγαθῶν ὑπηρέτης εἶναι σεμνύνεται.

ταῦτά σοι, βασιλεῦ μέγιστε, φίλτατα καὶ προσήγορα εἶναι ἀληθῶς πεπεισμένος, τῶν σῶν φιλοθέων ἔργων τοὺς λόγους καὶ τὰς αἰτίας ὁ παρών μοι λόγος εἰς τοὺς πάντας ἐκφῆναι βούλεται, τις εἶναι τῆς σῆς διανοίας καὶ τῆς φιλοθέου ψυχῆς ἄγγελος ὑπάρχειν εὐχόμενος, διδάσκων πάντα ἅ δεῖ καὶ προσήκει παιδεύεσθαι πάντα, ᾠ πόθος ἐστὶ μανθάνειν τῆς τοῦ σωτῆρος ἡμῶν θεοῦ δυνάμεως τοὺς λόγους, δἰ οὕς καὶ πάλαι προὼν καὶ τοῦ παντὸς ἐπιμελόμενος ὀψέ ποτε οὐρανόθεν εἰς ἡμᾶς κατῄει, καὶ δἰ οὕς φύσιν ὑπεδύετο, καὶ δἰ οὓς ἐπὶ τὸν θάνατον παρῄει, τῆς τε μετὰ ταῦτα ζωῆς ἀθανάτου καὶ τῆς ἐκ νεκρῶν ἀναβιώσεως τὰς αἰτίας οὐ μόνον ἀλλὰ καὶ λογικὰς ἀποδείξεις ἐναργῆ τε διδάγματα τοῖς εἰσέτι τούτων δεομένοις ἀναγκαῖα.