Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

τὸ τ’ ἐπιτήδειον τῆς ἡλιακῆς φλογὸς τοὺς καρ- [*](24 vgl. Plat. Phaidr. 247 C) [*](1 ἐπαρτᾷ Hkl, ἐπαρτᾶν HSS | λιμῶν J | 3 ὅτι V, τί JMAE | 4 οὐσία HSS, φύσις Wil. (sehr wahrsch.!) | εὐδικίαις V, εὐδοκίαις JMAE | 6 ἀλαζονίαν V, ἀλαζώνειαν M | 7 μέντα VJ, μὲν MAE | 8 ἂν VJ, γὰρ MAE | 9 αἰτίαν τῶν παρ’ αὐτοῖς V | λογιζώμεθα JE, λογιζόμεθα VMA | 14 συνέστη Val., σύνεστιν HSS | 18 τὸν < Wil. | 20 nach ἀφθον. + τε J, + γὰρ MAE | 25 ζῶον V, ζωὴν JMAE | ἄνθρωπος Val., ἀνθρώποις HSS | 28 διαδεσχαι (so!) V | δύνοντος V, δύναντος JMAE | ἀμαυρὸν Christoph., ἄμοιρον HSS | 33 δηλοῖ θεοῦ ~ JMAE.)

v.1.p.161.
ποὺς πεπαινούσης, ἀνέμων τε πνεύματα εὐετηρίαν παρασκευάζοντα, ὄμβρων τε παραψυχή, καὶ ἡ τούτων ἀρμονία ἁπάντων, καθ’ ἣν εὐλόγως τε καὶ εὐτάκτως διοικεῖται τὰ πάντα, τό τ’ ἀίδιον τῆς διατάξεως, εἰς τὸν αὐτὸν ἀποκαθισταμένων τόπον τοῖς δέουσι καὶ νομιζομένοις καιροῖς τῶν πλανητῶν, οὐχὶ φανερὰ τοῦ θεοῦ πρόσταξις, καὶ τῶν ἀστέρων ἐντελὴς διακονία πειθομένη τῷ θείῳ νόμῳ;

ὕψη δ’ ὀρῶν καὶ κοῖλα βάθη χωρίων ὁμαλότης τ’ ἀναπεπταμένων πεδίων ἄνευ θεοῦ προνοίας εἶναι δοκεῖ; ὧν οὐ μόνον ἐπιτερπὴς ἡ θέα ἀλλὰ καὶ ἡ χρῆσις ἐπιτερπής. ὕδατος δὲ καὶ γῆς μέτρα καὶ διαστάσεις, ἱκαναὶ πρός τε γεωργίαν καὶ τὴν ἐκ τῆς ἀλλοδαπῆς τῶν ἐν χρείᾳ παρακομιδήν, τὴν ἀκριβῆ τοῦ θεοῦ καὶ ἔμμετρον προμήθειαν πῶς οὐ φανερῶς ἀποδεικνύουσιν; ὄρη μὲν γὰρ ὕδωρ ἔχει, διαδεξαμένη δὲ τοῦτο ὁμαλότης καὶ ἀρδευσαμένη τὸ ἱκανὸν πρὸς ἀνάκτησιν τῆς γῆς ἐξωθεῖ τὸ λοιπὸν εἰς τὴν θάλασσαν, ἡ δ’ αὖ θάλασσα τῷ ὠκεανῷ παραδίδωσι.

καὶ ἔτι τολμῶμεν λέγειν ταῦτα πάντα αὐτομάτως καὶ ὡς ἔτυχε γίγνεσθαι; οὐ δηλοῦντες ἐν ποίῳ τινὶ σχήματι καὶ μορφῇ χαρακτηρίζεται τὸ αὐτόματον, ὑπόστασιν οὐδεμίαν ἔχον οὔτε νοερῶς οὔτ’ αἰσθητῶς, μόνον δ’ ὅτι ἦχος ὀνόματος ἀνυποστάτου περὶ τὰ ὦτα βομβεῖ.