Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

καὶ ἔτι τολμῶμεν λέγειν ταῦτα πάντα αὐτομάτως καὶ ὡς ἔτυχε γίγνεσθαι; οὐ δηλοῦντες ἐν ποίῳ τινὶ σχήματι καὶ μορφῇ χαρακτηρίζεται τὸ αὐτόματον, ὑπόστασιν οὐδεμίαν ἔχον οὔτε νοερῶς οὔτ’ αἰσθητῶς, μόνον δ’ ὅτι ἦχος ὀνόματος ἀνυποστάτου περὶ τὰ ὦτα βομβεῖ.

Ἔστι γὰρ ὡς ἀληθῶς ἐπίφθεγμα τὸ αὐτόματον ἀνθρώπων ὡς ἔτυχε καὶ ἀλογίστως φρονούντων καὶ τὸν μὲν λόγον αὐτῶν μὴ καταλαμβανόντων, διὰ δὲ τὴν ἀσθένειαν τῆς καταλήψεως ἀλόγως οἰομένων διατετάχθαι ταῦτα ὧν τὸν λόγον εἰπεῖν οὐκ ἔχουσιν. ἔστι δ’ ὅμως τινά, ὧν ἡ ἀληθὴς κατάληψις τῆς ἀληθείας ἐν βάθει κεῖται, θαυμαστῆς τινος φύσεως τετυχηκότα, ὁποία καὶ ἡ τῶν θερμῶν ὑδάτων φύσις τυγχάνει οὖσα. τὴν μὲν γὰρ αἰτίαν τοῦ τοσούτου πυρὸς οὐδεὶς ἂν ἔχοι προχείρως λέγειν, θαυμαστὸν δ’ ὅτι ψυχρῷ ὕδατι περιστοιχιζόμενον κύκλῳ οὐκ ἔτι ἐξίσταται τῆς ἐμφύτου θερμότητος.

ταῦτά τοι σπάνιόν, ἵν’, ὡς ἐμαυτὸν πείθω, ἡ τῆς προνοίας δύναμις εὐδιάγνωστος παρὰ τοῖς ἀνθρώποις γενέσθαι δύνηται, δύο φύσεις ἐναντιωτάτας, θερμότητα καὶ ψυχρότητα, ἐκ τῆς αὐτῆς καὶ μιᾶς ῥίζης διηθεῖσθαι θεσπίζουσα.

πολλὰ μὲν οὖν καὶ ἀναρίθμητα εἰς παραμυθίαν καὶ ἀπόλαυσιν τοῖς ἀνθρώποις παρὰ τοῦ κρείττονος δεδώρη- [*](18 vgl. Plat. Kritom 54 D.) [*](1 ἐπαινούσης V | 2 τε Val., δὲ HSS | παραψυχὴ Hkl, παραψυχὴν HSS | ἡ — ἁρμονία Hkl, τὴν — ἁρμονίαν HSS | 3 τ’ A, δ’ VJME | 4 ἀποκαθισταμένων V, ἀποκαθιστάμενον JMAE | 5 τοῦ < V | 7 τ’ N! δ’ VJMAE | 9 χρῆσις V, χρεία JMAE | ἐπιτ.] λυσιτελής Hkl | 10 τὴν ἐκ < JMAE | τῆς J, < MAE | παρακομιδῆς AE | 16 χαρακτηρίζεται JE, χαρακτηρίζοντες VMA | 23 ὅμως Wil., ὅλως HSS | 24 τινος < MAE | 25 τυγχάνει οὖσα V, τυγχάνουσα JMAE | γὰρ < J | 26 ἔχοι προχ. ~ AE | 27 ἔτι < A | 30 δύναται V | 32 θεσπίσασα V.)

v.1.p.162.
ται, ἐξαιρέτως δ’ ὁ καρπὸς ἐλαίας τε καὶ ἀμπέλου, τὸ μὲν ἀνακτήσεως ψυῆς καὶ φαιδρότητος ἐπέχον λόγον, τὸ δ’ ἕτερον πρὸς τῇ ἀπολαύσει καὶ θεραπείᾳ τῶν σωμάτων κατάλληλον. θαῦμα δ’ ἐξαίσιον καὶ ἡ ἐνδελεχὴς καὶ ἀδιάλειπτος ποταμῶν φορὰ νύκτωρ τε καὶ μεθ’ ἡμέραν, σύμβολον ἀενάου καὶ ἀδιαλείπτου βίου· ἰσοδυναμεῖ δὲ καὶ νυκτερινὴ διαδοχή.

Πάντα δὲ ταῦθ’ ἡμῖν εἰρήσθω πρὸς πίστωσιν τοῦ μηδὲν ἀλόγως μηδ’ ἀνοήτως γενέσθαι, τὸν δὲ λόγον καὶ τὴν πρόνοιαν εἶναι θεόν· ὃς καὶ τὴν τῶν μετάλλων εὐχρηστίαν ἐπικουρεῖν ταῖς ἐνδείαις κελεύσας, τὴν χρυσοῦ τε καὶ χαλκοῦ καὶ τῶν ὑπολοίπων φύσιν ἐταμιεύσατο μέτρῳ τῷ προσήκοντι, τὰ μέν, ὧν ἡ χρεία πολλὴ τε καὶ παντοδαπὴ ἤμελλεν ἔσεσθαι, ἀφθόνως κελεύσας χορηγεῖσθαι, τὰ δὲ πρὸς τέρψιν κόσμου καὶ ἀφθονίαν μόνην μεγαλοψύχως τε καὶ πεφεισμένως, μεταξὺ φειδωλίας τε καὶ εὐδωρίας.

εἰ γὰρ καὶ τῶν πρὸς κόσμον πεποινημένων ἡ αὐτὴ ἀφθονία συνεχωρεῖτο, διὸ πλεονεξίαν οἱ μεταλλεύοντες τοῦ μὲν εὐχρήστου πρὸς γεωργίαν οἰκοδομήν τε καὶ ναῶν παρασκευήν, οἶον σιδήρου καὶ χαλκοῦ, καταφρονήσαντες τῆς συναθροίσεως αὐτῶν κατημέλουν, τῶν πρὸς τρυφὴν δὲ καὶ ἄρχηστον τε καὶ ἀργύρου εὕρεσιν καὶ μείζονος καμάτου τῶν ἄλλων ἁπάντων μετάλλων φασὶν εἶναι, ὅπως τῷ σφοδρῷ τῆς ἐπιθυμίας τὸ τοῦ καμάτου σφοδρὸν ἀντιτάσσηται.

πόσα δ’ ἄλλα τῆς θείας προνοίας ἔργα ἔστι καταριθμήσασθαι ἐπὶ πᾶσιν, οἷς ἀφθόνως ἡμῖν ἐδωρήσατο, τὸν τῶν ἀνθρώπων βίον πρὸς σωφροσύνην τε καὶ τὰς ἄλλας πάσας ἀρετὰς προτεπομένης διαρρήδην, ἀπαγούσης δ’ ἀπὸ τῆς ἀκαίρου πλεονεξίας. ὧν πάντων ἐξιχνεύειν τὸν λόγον μεῖζον ἔργον ἐστὶν ἢ κατὰ ἄνθρωπον. πῶς γὰρ ἂν τῆς κατὰ ἀκρίβειαν ἀληθείας ἐφίκοιτο ἡ φθαρτοῦ τε καὶ ἀσθενοῦς ζώου διάνοια; πῶς ἂν τὴν ἐξ ἀρχῆς εἰλικρινῆ τοῦ θεοῦ βούλησιν κατανοήσειεν;