Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἀγαθὸν οὖ πάντα ἐφίεται, ὁ ὑπὲρ τὴν οὐσίαν θεὸς ἂν ἀεί, γένεσιν οὐκ ἔχει, οὐκοῦν οὐδ’ἀρχήν· τῶν γὰρ ἐν γενέσει πάντων αὐτὸς ἀρχή. ὁ δὲ ἐξ ἐκείνου ἔχων τὴν ἀναφορὰν εἰς ἐκεῖνον ἑνοῦται πάλιν, ἐκείνῳ τῆς διαστάσεως συγκρίσεώς τε οὐ τοπικῶς ἀλλὰνοερῶς γινομένης· οὐ γάρ ζημίᾳ τινὶ τῶν πατρᾠων σπλάγχνων συνέστη τὸ γεννηθέν, ὥσπερ ἀμέλει τὰ ἐκ σπερμάτων, ἀλλὰ διατάξει προνοίας ἐπιστάτην σωτῆρα τῷ τε αἰσθητῷ κόσμῳ καὶ τοῖς ἐν αὐτῷ μηχανωμένης. τοιγάρτοι πᾶσιν, ὅσα περιείληπται ὑπὸ τοῦ κόσμου, ἡ αἰτία τοῦ εἶναι καὶ ζῆν ἐκεῖθεν· ἐκεῖθεν δὲ καὶ ψυχὴ καὶ πᾶσα αἴσθησις καὶ τὰ ὄργανα, δι’ὦν τὰ σημαινόμενα ὑπὸ τῶν αἰσθήσεων ἀποτελεῖται.

τί οὖν δηλοῖ ὁ λόγος; τῶν ὄντων ἁπάντων ἕνα εἶναι προστάτην, καὶ πάνθ’ὑποτετάχθαι τῇ ἐκείνου δεσποτείᾳ μόνου, τά τ’οὐράνια τά τ’ἐπίγεια καὶ τὰ φυσικὰ καὶ ὀργανικὰ σώματα. εἰ γὰρ ἡ τούτων ἀναριθμήτων ὄντων κυρία οὐχ ἑνὸς ἀλλὰ πολλῶν οὖσα ἐτύγχανεν, κλῆροι ἂν καὶ στοιχείων διανεμήσεις καὶ σαντα τὴν ἐναρμόνιον τῶν ππων πάντων ὁμόνοιαν διεσάλευε, πολλῶν διαφόρως τὴν λελογχυῖαν ἑκάστῳ μοῖραν διοικονομουμένων,

τοῦ δὲ ἀεὶ κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχειν τὸν σύμπαντα κόσμον ἀμεδὲ καὶ λιτανεῖαν πρὸς τίνα πρῶτον ἢ τελευταῖον; τίνα δὲ θεραπεύων [*](10 vgl. Plat. Tim. 27D. — 20ff.: vgl. Lact. Divin. Instit. I, 3, 18—19. — 28 Plat. Tim. 28A.) [*](1 διορθπωσθε Hkl, διορθοπυσθαι V, διορθουσθε JMAE| 3 ἀγαθοεργοῦ Hkl, καγαθοέργου V, κατ’ἐργου JMAE| φθεγγομένοις V| αὐτῶ ΜΑΕ| 4 φράση, η auf Ras. J, φράσει Α| προσάψη VMA, η auf Ras. J, προσάψοι Ε| 5 ἱκανῶς| ἀκριβῶς J| ἀπείληφεν V1, ὑ über ἀ von V2 | 6 ἐφοράθη V1, ω über ο V2| οὐδὲ μελλητέον V, οὐδ’ἀμελητέον JMAE| 8 παραβολῆς V1, ἀνα über der Zeile V2| οὐδὲ σκοπὸν τελειοῦν Hkl| 9 ὁ ὑπὲρ VAE, ὅπερ J, οὖπερ Μ| 10 γάρ VJ, δ’ΜΑΕ| 13 γιγνομένης Α| 14 τὰ auf Ras. J| 15 σωτῆρα < Hkl| 16 μηχανωμένης J, μηχανωμένοις VMAE|20 ὑποτετάχθαι V, ὑποτέτακται JMAE| 22 κυρία VM, κυρεία JAE| 24 katakrat;hsanta JMBE| 26 τοῦ Wil., τὸ HSS| 27 ἀμελούντων V, ἀμελῶς ἔχειν JMAE| 28 πάσης V| 29 δὲ] τε V.)

v.1.p.157.
ἐξαιρέτως οὐκ ἂν περὶ τοὺς λοιποὺς ἠσέβησα; ἢ τάχα δ’ ἂν καὶ δεόμενος τῶν βιωτικῶν τινος τῷ μὲν συναραμένῳ χάριν ἔγνων, τῷ δ’ ἀντιπράξαντι ἐμεμψάμην. τίνι δὲ προσευξάμενος τὴν αἰτίαν ἄν τῆς περιστάσεως γνῶναι τῆς τ’ἀπαλλαγῆς τυχεῖν ἠξίουν;

θῶμεν δὴ λογίοις καὶ χρησμοῖς Ἡμῖν ἀποκεκρίσθαι, μὴ εἶναι δὲ τῆς ἑαυτῶν ἐξουσίας ἄλλῳ τε ταῦτα ἀνήκειν θεῷ· τίς οὖν ἔλεος, ποία δὲ θεοῦ εἰς ἄνθρωπον πρόνοια; εἰ μὴ ἄρα βιαίως ὁ φιλανθρωπότερον πρὸς τὸν μηδεμίαν ἔχοντα σχέσιν διατεθεὶς ἐπεκούρησεν. ὀργὴ δὲ καὶ στάσις καὶ ὄνειδος, ὡς μὴ ἰδιοπραγούντων μηδ’ἀρκουμένων τοῖς ἐπιβάλλουσι διὰ πλεονεξίαν, καὶ τὸ τελευταῖον ἡ πάντων σύγχυσις ἐπηκολούθησεν ἄν.

τί οὖν τὰ μετὰ ταῦτα; δῆλον ὡς ἡ τῶν οὐρανίων στάσις τὰ ὑὸ τὸν οὐρανὸν καὶ τὰ ἐπίγεια διελυμήνατο ἄν, ἀφανισθείσης μὲν τῆς τῶν ὡρῶν διατάξεως καιρῶν τε μεταβολῆς καὶ τῆς κατὰ τοὺς καιροὺς τῶν φυομένων καρπῶν τε μεταβολῆς καὶ νισθείσης δ’ἡμέρας καὶ τῆς διαδεχομένης αὐτὴν νυκτερινῆς ἀνα΄αύσεως. καὶ τούτων μὲν ἅλις, πάλιν δ’ἐπὶ τὸν ἀνεξέλεγκτον ἐπανήκωμεν λόγον.