Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Διοκλητιανὸς δὲ μετὰ τὴν μιαιφονίαν τοῦ διωγμοῦ αὐτὸς ἑαυτοῦ καταψηφισάμενος, λέληθεν ἀποκηρύξας μὲν ἑαυτὸν τῆς ἀρχῆς ὡς ἄχρηστον, ὁμολογήσας δὲ τὴν τῆς ἀφροσύνης βλάβην μιᾶς εὐκαταφρονήτου οἰκήσεως καθειργμ ῷ.

τί δὴ τούτῳ συνήνεγκε πρὸς τὸν θεὸν ἡμῶν τὸν πόλεμον ἐνστήσασθαι; ἵν´ οἶμαι τὴν τοῦ κεραυνοῦ βολὴν δεδιὼς διαγάγοι τὸν ἐπίλοιπον βίον. λαλεῖ Νικομήδεια, οὐ σιωπῶσι δὲ καὶ οἱ ἱστορήσαντες, ὧν καὶ αὐτὸς ὤν τυγχάνω. εἶδον γάρ, ἡνίκα εὐτελὴς τὸ φρόνημα καὶ πᾶσαν μὲν πρόσοψιν παντοῖον δὲ ψόφον δεδιὼς ἐποτνιᾶτο τῶν περιεστώτων κακῶν αἰτίαν γεγενῆσθαι τὴν ἀφροσύνην ἑαυτοῦ προκαλεσαμένου καθ´ ἑαυτοῦ τὴν θείαν τοῖς δικαίοις ἐπικουρίαν. ἐδῃοῦτο μέντοι τὰ βαςίλεια καὶ ὁ οἶκος αὐτοῦ, ἐπινεμομένου σκηπτοῦ νεμομένης τε οὐρανίας φλογός. καὶ προείρητό γε ἡ τούτων ἔκβασις ὑπὸ τῶν εὖ φρονούντων· οὐδὲ γὰρ ἐσιώπων οὐδὲ τὴν οἰμωγὴν τῶν ἀναξίως γιγνομένων ἐπεκαλύπτοντο, φανερῶς δὲ καὶ δημοσίᾳ παρρησιαζόμενοι πρὸς ἀλλήλους διελέγοντο.

„τίς ἡ τοσαύτη μανία; πόση δὲ ἡ τῆς δυναστείας ἀλαζονεία [*](3 ff. vgl. (Lact.) De morte Persec. 4—7 u. 17.) [*](6 πράσσει V | 7 συνέχει V | 9 πανστρατί J | 11 Οὐαλλεριανέ JME | 13 λοιπῶ < J | 14 τοῦ < vor περσῶν JME | 16 Αὐριλλιανέ VM | πῶς Hkl, ὅπως HSS | 17 κοπὴς V | 18 ἀσεβεοῦς αἵματος JME | 20 λέληθεν — ὁμολογήσας < JME | 21 δὲ VM, < J, διὰ E | 22 τοῦτο V | 25 εἶδον — 29 ἐπικουρίαν < JME | 27 ἐποτνιᾶτο V ἐβοᾶτο Hkl, (?? Wil.) | 28 προκαλεσαμενου Wil., προσκαλ. V | 30 νεμομένης] νενεμημένης J | 31 οὐδὲ γὰρ — ἐπεκαλύπτοντο < J | 32 γιγνομένων M.)

v.1.p.191.
τὸ τολμᾶν πολεμεῖν θεῷ ὄντας ἀνθρώπους, ἁγνοτάτῃ δὲ καὶ δικαιοτάτῃ θρησκείᾳ θέλειν ἐμπαροινεῖν, τοσούτου δὲ δήμου καὶ ἀνθ ρώπων δικαίων ὄλεθρον μηδεμιᾶς προϋπαρχούσης πλημμελείας μηχανήσασθαι, καὶ ταῦτα εὐκαιρίας τε οὔσης ἰδίᾳ τε καὶ δημοσίᾳ, δεξιῶς φερομένων πάντων πραγμάτων, ὁμονοίας τε τῶν δυναστευόντων βεβαίας μενούσης. ἔσται τούτων τίσις, ἔσται τοῦ ἀδίκως αἵματος ἐκχυθέντος ἐκδικία, καὶ ἴσως γε τούς τε αἰτίους καὶ τοὺς ἀναιτίους ἡ αὐτὴ περιλήψεται συμφορά. νεμεσᾴ γὰρ δικαίως πρὸς τοὺς πονηροὺς τὸ θεῖον”. καὶ ταῦτα ἔλεγον οὐκ ἀπεικότως τεκμαιρόμενοι· ἑώρων γὰρ μεγίστην τινὰ καὶ ὑπερορίαν ὠμότητα. πάντων γὰρ ἀναλωθέντων ὅσα πέρυκεν ἐπινοεῖν ὠμότης, ἐπὶ ἀσχήμονας τιμωρίας μετῆλθεν ἡ δυσσέβεια. ἁγνὰς γὰρ παρθένους καὶ σώφρονας γυναῖκας ὁ προειρημένος βασιλεὺς εἰς λύμην ἀσελγείας κατέκρινεν, αἰσχροῖς ψηφίσμασιν ἐπὶ τὰς ἡδονὰς παρακαλῶν τοὺς νέους· ἐν ᾧ κρείσσων εὑρέθη τῶν χυδαίων ἡ ἐγκράτεια τῆς ἀκολαςίας τοῦ τυράννου. οὐδεὶς γὰρ ἑαυτὸν καθῆκεν εἰς ἀνόσιον θυμηδίαν, καὶ τὸ ψήφισμα τοῦ βασιλέως τὴν τοῦ δήμου σωφροσύνην οὐκ ἴσχυσεν ἀναχαιτίσαι. ὢ νόμων ἐπιμελητὴν ἄριστον, ὢ τῆς τῶν πάντων ὑπηκόων σωφροσύνης διδάσκαλον, ὢ κηδεμονίας στρατοῦ πρὸς τοὺς ἑαυτῶν πολίτας. ἐτίτρωσκον τὰ στέρνα τῶν ὁμοφύλων οἱ μηδέποτε τὰ τῶν πολεμίων ἐν παρατάξει μετάφρενα θεασάμενοι.