Constantini imperatoris oratio ad coetum sanctorum

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἤδη δέ τινες καὶ ἐν τῷ μέμφεσθαι τὸν θεὸν νεανιεύον- ται. τί δή ποτε βουληθεὶς οὐ μίαν καὶ τὴν αὐτὴν τῶν ὄντων φύσιν ἐτεκτήνατο, ἀλλὰ διάξορα καὶ τὰ πλεῖστα ἐναντία τὴν φύσιν ἐκέ- λευσεν ἀπογεννᾶν; ὅθεν καὶ ἡ διαφορὰ τῶν ἡμετέρων ἠθῶν τε καὶ προαιρέσεων. ἦν γὰρ ἴσως ἄμεινον, καὶ πρὸς τὸ πειθαρχεῖν τοῖς κελεύσμασι τοῦ θεοῦ καὶ πρὸς τὴν ἀκριβῆ κατάληψιν αὐτοῦ καὶ πρὸς τὸ βεβαιοῦσθαι τὴν καθ’ ἑκάστου πίστιν, ὁμοτρόπους εἶναι πάντας ἀνθρώπους. δυνατὴ δὲ καὶ ἡ πρᾶξις ἅτε δὴ θεοῦ. οἱ ταῦτα λέηον- [*](1 ἀλλὰ καὶ ΑΕ | 5 προειρ. ΜΕ | 6 ἡ <V| 7 ὑπηκόων VJ, οἰκείων ΜΑΕ | 8 παραφυλάττηται V | καθαρὰ ψυκὴ JMAE | 11 es fehlt ein Dativ Wil. (σθέωει Ηkl) | 12 ὑπὸ ΗSS, ἀπὸ Ηkl | 13 στεφανοὺς V | ὦ V, ὅς JMAE, ὅν Val. | 14 oἶμαι < J | 16 καὶ < JMAE | 18 τε < JM | 23 Wortfolge πρὸς ἔκλαμψιν τοῖς εὐχ. ΜΑΕ | 24 καὶ < Ηkl (nicht Wil.) | 25 ἐμπεςόντων V | 26 νομίζει V | oὐ < ΜΑΕ | 26 μακαριωτάτην JMBA | 27 τῷ] τούτῳ vermutet Val. | 33 τῆν καθ’ Val., κατὰ τὴν ΗSS | 34 δυνατὴ — 172, 10 ἕωλα < ΜΑΕ.)

v.1.p.172.
τες ἐοίκασι μέμφεσθαι τῇ διακοσμήσει τῶν ὅλων καὶ τήν τε νυκ- τερινὴν διαδοχὴν μὴ προσδέχεσθαι, βούλεσθαι δὲ ἀεὶ τὸ ἡμερινὸν φῶς διαρκεῖν, καὶ ταῦτα τῆς ἀναπαύσεως οὔσης ἀναγκαίας, ἀγανακ- τεῖν τε πρὸς τοῦς ὠκεανοῦ καὶ γῆς ὅρους, μέμφεσθαί τε τὴν γῆν τοσαῦτα πρὸς χρῆσιν τῶν ἐπιγείων δωρουμένην, ἀλλὰ καὶ τὴν θάλασσαν ἀἰτιᾶσθαι παντοδαπὴν τοῖς πλέουσι παρεχομένην πο- ρείαν, καὶ καθάπαξ πάντας μιᾶς μορξῆς ἀξιοῦν εἶναι, ὕλας δὲ καὶ ὄρη τὸ συνόλον μηδ’ ἀξιοῦν ξαίνεσθαι, καὶ ὅλως πάντα τὰ διάφορα τῆς φύσεως ἀποτελέσματα σὺν ταῖς προσηγορίαις αὐτῶν ἀναιρεῖν. καὶ ταῦτα μὲν φανερῶς ἕωλα, τὸ δὲ τοῦς ἀνθρώπους πάντας ὁμοιο- τρόπους εἶναι ἀξιοῦν, κομιδῇ γελοῖον, μηδὲ ἐννοεῖν, ὅτι οὐχ ἥπερ ἡ τοῦ κόσμου διάταξις αὕτη καὶ τῶν κοσμικῶν, οὐδὲ τὰ ξυσικὰ τοῖς ἠθικοῖς ὁμοούσια, οὐδὲ τὰ τοῦ σώματος παθήματα τοῖς τῆς ψυχῆς πάθεσι τὰ αὐτά; τὸν μὲν γὰρ σύμπαντα κόσμον ἐκ δια- φόρων στοιχείων ὁ θεὸς ἐτεκτήνατο. διαφορῶν γὰρ οὐσῶν τῶν σωματικῶν δυνάμεων διάξορα καὶ παντοδαπὰ πρὸς τὴν χρῆσιν τοῦ κόσμου ἐπορίζετο ἐξ ἀνάγκης, εἴπερ πολλὰ καὶ ἀναρίθμητα τῇ φύσει, . . . πολλὰ δ’ ὑπὸ θαλάσσης καὶ ἀέρος συντελεῖται. τὸν δὲ ἄνθρω- πον λογικὸν ἐποίησεν ζῶον γνῶσιν τ’ αὐτῷ κακῶν καὶ ἀγαθῶν ἐδωρήσατο, ὅπως τὰ μὲν φύγοι τὰ δὲ μεταδιώκοι, δούς τ’ αὐτῷ τοιαύτης τινὸς σοφίας ἐπιτηδειότητα αὐτεξούσιον αὐτὸν εἴασεν καὶ τὴν κρίσιν τῆς διατυπώσεως ἐπέτρεψεν τοῦ καθ’ αὐτὸν βίου, καὶ ταπυτα ἔξ ἴσης ππασιν ἀνθρώποις. πόθεν οὖν τὸ διάξορον τῶν τρό- πων; ὅταν οἶμαι τοῦ δωρηθέντος ἡμῖν ὑπὸ τῆς προνοίας ἀγαθοῦ καταμελῶμεν, θυμῷ δὲ εἴξαντες ἢ ἐπιθυμίᾳ ἀντὶ τῶν βελτιόνων τὰ χείρονα αἰρώμεθα. ἐρεθίζει γὰρ οὐ μικρῶς ὁ θυμός, βιάζεται δὲ καὶ ἡ ἐπιθυμία, καὶ τοὺς ἄφρονας ἐκτραχηλιάζουσιν, ὅταν τοῦ λόγου περιγένωνται. ἐπικρατήσαντος δ’ ἐκείνου πᾶς ὁ βίος μέτριος ἐπαίνου τε ἄξιος. συγκροτεῖται δ’ οὖν, ἡνίκα δίκην ἀγαθοῦ τινος ἡνιόχου σπάσῃ τὰς ἡνίας τῆς ἀτάκτου καὶ μανιώδους συνωρίδος, ἐνθένδε ἡ πίστις, καὶ ἡ πρὸς τὸν θεὸν εὐσέβεια δικαιοςύνη τε καὶ σωφροςύνη καὶ παντοίας ἀρετῆς εὐδαιμονία συνέστη. ταῦτα δὴ καὶ τὰ τοιαῦτα τὰ τῶν ψυχῶν κατορθώματα ἄγει πρὸς τὸν ὅσιον δικαστὴν αὐτὰς οὐ κριθησομένας οὐδ’ ἐπὶ τὸν τῶν ἁμαρτημάτων ἔλεγχον ἀχθησομένας ἀλλ’ ἐπὶ τὰς τιμάς, ἃς αὐτὸς ταῖς ἄριστα βεβιωκυίαις προϋπέσχετο. [*](19 vgl. Gen. 3,5. – 29 vgl. Plat. Phaidr. 254 c.) [*](1 τε < Ηkl | 4 τῆ γῆ J | 5 δωρουμένη J | καὶ πρὸς τὴν J | 6 παρεχομένη J | 7 ἀξιοῦσιν V | 8 τὰ + Wil. | 11 ἥπερ ἡ Val., ἡ περὶ ΗSS | 14 ἐκ διαφόρων – 173, 10 θειοτέρα < JMAE | 18 Lücke ! | 25 καταμελῶμεν Ηkl, καταμελοῦμεν V | 26 αἱρώ- μεθα Ηkl, αἱρούμεθα V | 30 ἐνθένδε Wil., ἔνθεν δὲ V | 34 κ*ριθ* ησομένας so V.)
v.1.p.173.
τὰς δ’ ἀκαθάρτους καὶ σωματικῶν ἡδονῶν ἐμφορηθείσας ὠθεῖ βίᾳ ὀδυρομένας ἐπὶ τὴν προςήκουσαν δίκην ἡ πιμωρία ἐπὶ τέλος ἄγουσα καὶ ἐκδικάζουσα τὴν δικαίαν τοῦ θεοῦ ἀπόφασιν. ἔνθα μένει μὲν αὐτὰς ἀσβεστόν τι καὶ ἀκατάπαυστον πῦρ, μένει δὲ ἀπόκρημνόν τε καὶ κατηρεφὲς βάραθρον. ἀσεβὲς δὲ καὶ τὸ ἐνθύμημα τῶν πρὸς τὴν διαφορὰν τῶν ὄντων ἀπεχθανομένων, μίαν τε κανῖ τὴν αὐτὴν ἀφίαν πάντων χρημάτων εἶναι θελόντων. ἄλικον ἄρα τοῖς δυσσεβέσιν εἶναι δοκεῖ τὰ τίμια τῶν ὑποδεεστέρων προτιμᾶσθαι καὶ τὴν ἀθάνατον φύσιν πλεονεκτεῖν τῶν φθαρτῶν καὶ ἐπιγείων ζώων μακαριότητι, ὅσῳ σεμνοτέρα τε καὶ θειοτέρα τυγχάνει οὖσα. καὶ τῆς θείας ἀγαθό- τητος οὐκ ἄμοιρον τὸ τῶν ἀνθώπων γένος, ἀλλ’ οὐκ ἁπλῶς πάν- των οὐδ’ὡς ἔτυχε, μόνων δὲ τῶν τὴν θείαν φύσιν ἐξιχνευςάντων καὶ τὸ προηγούμενον ἐπιτήδευμα τοῦ βίου προελομένων, τὴν τῶν θείων ἐπίγνωσιν.