Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Συνεχεῖς γοῦν ἁπανταχόθεν οἱ διαπρεσβευόμενοι δῶρα τὰ παρ᾿ αὐτοῖς πολυτελῆ διεκόμιζον, ὡς καὶ αὐτούς ποτε παρατυχόντας ἡμᾶς πρὸ τῆς αὐλείου τῶν βασιλείων πυλῶν στοιχηδὸν ἐν τάξει περίβλεπτα σχήματα βαρβάρων ἑστῶτα θεάσασθαι, οἷς ἔξαλλος μὲν ἡ στολή, διαλλάττων δ᾿ ὁ τῶν σχημάτων τρόκος, κόμη τε καὶ κεφαλῆς καὶ γενείου πάμπολυ διεστῶσα, βλοσυμῶν τε ἦν προςώπων βάρβαρος καὶ καταπληκτική τις ὄψις, σωμάτων θ᾿ ἡλικίας ὑπερβάλλοντα μεγέθη· καὶ οἷς μὲν ἐρυθραίνετο τὰ πρόσωπα, οἷς δὲ λευκότερα χιόνος ἦν, οἷς δ᾿ ἐβένου καὶ πίττης μελάντερα, οἱ δὲ μέσης μετεῖχον κράσεως, ἐπεὶ καὶ Βλεμμύων γένη Ἰνδῶν τε καὶ Αἰθιόπων, οἳ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν, τῇ τῶν εἰρημένων ἐθεωρεῖτο ἱστορίᾳ.

ἐν μέρει δὲ τούτων ἕκαστοι, ὥσπερ ἐν πίνακος γραφῇ, τὰ παρ᾿ αὐτοῖς τίμια βασιλεῖ προσεκόμιζον, οἱ μὲν στεφάνους χρυσοῦς, οἱ δ᾿ ἐκ λίθων διαδήματα τιμίων, ἄλλοι ξανθοκόμους παῖδας, οἱ δὲ χρυσῷ καὶ ἄνθεσι καθυφασμένας βαρβαρικὰς στολάς, οἱ δ᾿ ἵππους, οἱ δ᾿ ἀσπίδας καὶ δόρατα μακρὰ καὶ βέλη καὶ τόξα, τὴν διὰ τούτων ὑπηρεςίαν τε καὶ συμμαχίαν βουλομένῳ βασιλεῖ παρέχειν ἐνδεικνύμενοι.

ἃ δὴ παρὰ τῶν κομιζόντων ὑποδεχόμενος καὶ ἐντάττων, ἀντεδίδου τοσαῦτα βασιλεύς, ὡς ὑφ᾿ ἕνα καιρὸν πλουσιωτάτους ἀποφῆναι τοὺς κομιζομένους, ἐτίμα δὲ καὶ Ῥωμαικοῖς ἀξιώμασι τοὺς ἐν αὐτοῖς διαφανεστέρους, ὥστ᾿ ἤδη πλείους τὴν ἐνταυθοῖ στέργειν διατριβὴν ἐπανόδου τῆς εἰς τὰ οἰκεῖα λήθην πεποιημένους.