Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

εἶτα ἐπὶ τούτοις τὰ προσήκοντα διετάττετο, καὶ Ῥωμαίους μὲν τοὺς τὴν βασιλία πόλιν οἰκοῦντας ἐτίμα δόσεσιν ἐτησίαις, τοῖς δ’ αὐτοῦ παιςὶν ὥσπερ τινὰ πατρικὴν ὕπαρξιν τὸν τῆς βασιλείας παρεδίδου κλῆρον, πάνθ’ ὅσα φίλα ἦν αὐτῷ διατυπωσάμενος.

Ἕκαστα δὲ τούτων ἐπὶ τῆς μεγίστης συνετελεὶτο ὁρτῆς, τῆς δὴ πανσέμενου καὶ σεβασμίας πεντηκοστῆς ἑβδομάσι μὲν ἑπτὰ τετιμημένης μονάδι δ’ ἐπισφραγιζομένης, καθ’ ἥν τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ κοινοῦ σωτῆρος τὴν τε τοῦ ἁγίου πνεύματος εἰς ἀνθρώ- πους κόθοδον γεγενῆσθαι λόγοι περιέχουσι θεῖοι.

ἐν δὴ ταύτῃ τούτων ἀξιωθεὶς βασιλεύς, ἐπὶ τὴς ὑστάτης ἁπαςῶν ἡμέρας, ἥν δὴ ἑορτὴν ἑπρτῶν οὐκ ἄν τις διαμάρτοι καλῶν, ἐμφὶ μεσημβρινὰς ἡλίου ὥρας πρὸς τὸν αὐτοῦ θεὸν ἀνελαμβάνετο, θνητοῖς μὲν τὸ συγγενὲς παραδοὺς ἔχειν, αὐτὸς δ’ ὅσον ἦν αὐτοῦ τῆς ψυχῆς νοερόν τε καὶ φιλόθεον τῷ αὐτοῦ θεῷ συναπτόμενος. τοῦτο τέλος τῆς Κωνσταν- τίνου ζωῆς. ἀλλὰ γὰρ ἐπίωμεν ἐπὶ τὰ ἑξῆς.