Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Γίγνεται δ’ αὐτῷ πρώτη τις ἀνωμαλία τοῦ σώματος, εἶτ’ οὖν κάκωσις ἐπὶ ταύτην συμβαίνει, κἄπειτα τῆς αὐτοῦ πόλεως ἐπὶ λουτρὰ θερμῶν ὑδάτων πρόεισιν, ἔνθεν τε τῆς αὐτοῦ μητρὸς ἐπὶ τὴν ἐπώνυμον ἀφικνεῖται πόλιν. κἀνταῦθα τῷ τῶν μαρτύρων εὐκτηρίῳ ἐνδιατρίψας οἴκῳ ἱκετηρίους εὐχάς τε καὶ λιτανείας ἐνέπεμπε τῷ θεῷ.

ἐπειδὴ δὲ εἰς ἔννοιαν ἥκει τῆς τοῦ βίου τελευτῆς, καθάρ- σεως τοῦτον εἶναι καιρὸν τῶν πώποτε αὐτῷ πεπλημμελημένων διε- νοεῖτο, ὅσα οἷα θνητῷ διαμαρτεῖν ἐπῆλθε ταῦτ’ ἀπορρύφασθαι τῆς ψυχῆς λόγων ἀπορρήτων δυνάμει σωτηρίῳ τε λουτρῶ πιστεύσας. [*](21 ff. vgl. Sozom. H.E. II, 34.) [*](1 ἐταμιεύσατο V, ἐταμιεύετο JMBA | 3 γενήσεσθαι Hkl, γεγενῆσθαι ΗSS | 4 τῶν, ν auf Ras., J | 5 διὸ — πηξάμενος < MBA | 7 τοῦ < ΜΒΑ | 8 αὑτοῦ Α | αὐτὸς αὐτοῦ = JMB | 11 ἀλλ’: hier das meue Cap. ξᾶ (61) in V (M) | 12 ταῦτα, τα über der Zeile V | προτυπούμενος VJ, προτύμενος ΜΒ, πρυτανευόμενος Α | 15 τῆς τοῦ πάσχα — 25 οἴκω < ΜΒΑ | 17 λαμπρὰν ἡδὲ καὶ εὐφρόσυνον ein Dichter- citat? | 18 μέχρι + Val. | 19 ξυνετέλει V | 21 γίγνεται: hier nicht neues Cap. in V | 22 ταύτην Ηkl., ταὐτὸ V, τὸ αὐτὸ J | 24 ἐπώνοινον V | 26 ἥκοι Α | κα- θάρσεως εἶναι τοῦτον J, καθηρόσεως τοῦτον εἶναι ΜΒΑ | 28 ἀπορρύψεσθαι Ηkl | 29 τε Val., γε HSS | σωτηρίῳ γε λουτρῶ V, σωτηρίω γε λόγω J, σωτηρίω γε λόγω λουτροῦ ΜΒ, σωτηρίω γε λόγω λουτροῦ Α.)

v.1.p.143.

τοῦτό τοι δανοηθείς, γονυκλινὴς ἐπ’ ἐδάφους ἱκέτης ἐγίγνετο τοῦ θεοῦ, ἐν αὐτῷ τῷ μαρτυρίῳ ἐξομολογούμενος ἔνθα δὴ καὶ πρῶτον τῶν διὰ χειροθεσίας εὐχῶν ἠξιοῦτο. μεταβὰς δ’ ἔνθεν ἐπὶ προάστειον τῆς Νικομηδήων ἀφικνεῖται πόλεως, κἀνταῦθα συγκαλέσας τοὺς ἐπισκόπους ὧδέ πη αὐτοῖς διελέξατο.