Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Κἀκεῖνο δὲ μνήμης ἄξιον, ὡς ἀμφὶ τὸν δηλούμενον χρόνον τῶν ἐπ’ ἀνατολῆς βαρβάρων κινήσεως ἀκουσθείσης, ἔτι ταύτην αὐτῷ τὴν κατὰ τῶνδε νίκην λείπεσθαι φήσας, ἐπὶ Πέρσας στρατεύειν ὡρμᾶτο.

τοῦτό τε κρίνας ἐκίνει τὰ στρατιωτικὰ τάγματα, καὶ δὴ τοῖς ἀμφ’ αὐτὸν ἐπισκόποις περὶ τῆς πορείας ἐκοίνου, συνεῖναι αὐτῷ δεῖν τινας τῶν ἀναγκαίων ἐν θεοσεβείᾳ προμηθούμενος.

οἱ δὲ καὶ μέλα προθύμως συνέπεσθαι βουλομένῳ μηδ’ α’ναχωρεῖν ἐθέλειν συστρατεύειν δ’ αὐτῷ καὶ συναγωνίζεσθαι ταῖς πρὸς τὸν θεὸν ἱκετηρίαις ἔλεγον. σφόδρα δ’ ἐπὶ ταῖς ἐπαγγελίαις ἠσθεὶς τὴν πορείαν αὐτοῖς διετύπου·

ἔπειτα καὶ τὴν σκηνὴν τῷ τῆς ἐκκλησίας σχήματι πρὸς τὴν [*](31 vgl. Socr. H.E. I, 18.) [*](1 ἐνεφύρετο Hkl, ἐνεείρετο ΗSS| 3 μακρὰν JMBA| μῆνις V, δίκη JMBA| 4 συνέσει] προθέσει J | αὐτῆς V, καὶ JMBA | 5 προσόδους Val., προόδους ΗSS|7τε V, δὲ JMBA | 9 τοῦ βίου < Α | 10 ἀκροτηρίου V | τε V, δὲ JMBA | κατατείνας (,,ut iam alii”) Val., κατά τινας HSS | 12 τὴν παροῦσαν< ΜΒΑ | τὴν + vor ζωὴν Α | 15 μαρτυρούμενος V| 16 δοκησόφων JMBA|18 λόγοις] λεγομένοις Α | 19 πο- λυθέων auf Ras. in V | 21 λίαν MBA | 23 κινήσεως VM, J, aber κ und ν auf Ras. J, das ganze Wort auf Ras. B2, νικήσεως Α | 27 δεῖν < Ηkl | καὶ < V | 30 ἐπαγγελίαις V, ἀγγελίαις JMBA | 31 ἔπειτα —141, 10 παρεσκευάζετο fehlt in allen)

v.1.p.141.
ἐκείνου τοῦ πολέμου παράταξιν σὺν πολλῇ φιλοτιμίᾳ κατειργάζετο, ἐν ᾗ τῷ θεῷ, τῷ τῆς νίκης δοτῆρι, τὰς ἱκετηρίας ἅμα τοῖς ἐπισκόποις ποιεῖσθαι ἐπενόιε.