Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἀλλὰ τοὺς μὲν οὐκ εἰκ μακρὸν ἡ θεία μετήρχετο μῆνις. αὐτὸς δὲ βασιλεὺς οὕτω τὴν ψυχὴν λογικῇ συνέσει προῆκτο, ὡς αὐτῆς μέχρι τελευτῆς συνήθως μὲν λογογραφεῖν, συνήθως δὲ τὰς προσόδους ποιεῖσθαι καὶ τὰς θεοπρεπεῖς τοῖς ἀκροαταῖς διδασκαλίας παρέχειν, νομοθετεῖν τε συνήθως τοτὲ μὲν πολιτικοῖς τοτὲ δὲ στρατιωτικοῖς, πάντα τε προσφόρως τῷ τῶν ἀνθρώπων ἐπινοεῖν βέῳ.

μνημονεῦσαι δ’ ἄξιον, ὡς πρὸς αὐτῇ γεγονὼς τῇ τοῦ βίου τελευτῇ ἐπικήδειόν τινα λόγον ἐπὶ τοῦ συνήθους διῆλθεν ἀκροατηρίου, μαδρὸν τε κατα- τείνας ἐν τούτῳ περὶ ψυχῆς ἀθανασίας διεξᾐει περὶ τε τῶν εὐσεβῶς τὴν παροῦσαν διηνυκότων ζωὴν τῶν τε τοῖς θεοφιλέσι παρ’ αὐτῷ θεῷ τεταμιευμένων ἀγαθῶν, μαδραῖς δ’ ἀποδείξεσι καὶ τὸ τῶν ἐναντίων τάγμα ὁποίου τέλυς τεύξεται φανερὸν ἐποίεν, τῶν ἀθών τὴν καταστροφὴν παραδιδοὺς τῇ γραφῇ· ὅ δὴ καὶ ἐμβριθῶς μαρτυρό- μενος καθάπτεσθαι τῶν ἀμφ’ αὐτὸν ἐδόκει, ὡς καί τινα τῶν δοκησι- σόφων ἔρεσθαι ὅπως ἔχειν αὐτῷ φαίνοιτο τὰ λεγόμενα, τὸν δ’ ἐπι- μαρτυρῆσαι τοῖς λόγοις ἀλήθειαν, σφόδρα τε καίπερ οὐκ ἐθέλοντα ἐπαινεῖν τὰς κατὰ τῶν πολυθέων διδασκαλίας.

τοιαῦτα πρὸ τῆς τελευτὴς τοῖς γνωρίμοις ὁμιλήσας, αὐτὸς αὐτῷ τὴν ἐπὶ τὰ κρείττω πορείαν λεῖαν καὶ ὁμαλὴν ἐᾠκει παρασκευάζειν.