Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ναὶ μὴν καὶ ὁ τούτοις ἅπασιν ἐφεστὼς [*](13 ff.: vgl. Sozom. H.e.II,26) [*](3 προσῆκεν ΗSS, Προσῆκον ΗΚ1 |5 ὑμετέρας Τheod., V, ὑμῶν J | κρίσει < J | ἐὰν + vor μήτε ΜΒΑ |6 καὶ ἀποστολικῷ <V | 10 στασιάξουσιν V, στασιαξομένοις JMBA | 11 διαφυλάξοι Α |15 μηδὲ Wil., μηδὲν ΗSs | γε <J | 20 μὲν]τε V | 21 πανόνιοι, ν über der Zeile, V, παννονοί νerbessert in παννόνιοί J | in μυσοὶ sheht οι über der Zeiler J | 22 θεοῦ]χωݲ V | νεολείας V | 24 οὐδὲ +vor κιλίκων Β |25 δ'Ηkl., θ'ΗSS | 27 τε καὶ ΒΑ, δὲ καὶ VJM | 29 ἀναρίθμητος JMBA | ἐπηκολούθει, ἐ auf Ras., J | 32 χορηγίαις, ναί μὴν: verbindung hergestellt von Wil.)

v.1.p.136.
βασιλεῖ δεξιὸς ἀνήρ, πίστει καὶ εὐλαβείᾳ λόγων τε θείων ἐμπρέπων ἀσκήσει, ὃς δὴ καὶ ταῖς ὑπὲρ εὐσεβείας ὁμολογίαις κατὰ τὸν τῶν τυράννων καιρὸν λαμπρυνόμενος εἰκότως τὴν τῶνδε διάταξιν ἐπιστεύετο. καὶ δὴ τῷ βασιλέως οὗτος νεύματι σὺν εἰλικρινείᾳ πάσῃ διακονούμενος, τὴν μὲν σύνοδον ἐτίμα φιλοφρόνῳ δεξιώσει ἑστιάσεσί τε λαμπραῖς κα συμποτικαῖς εὐωχίαις, πτωχοῖς δ'ἀνείμοσι πενήτων τ'ἀνδρῶν καὶ γυναικῶν μυρίοις πλήθεσι, τροφῆς καὶ τῶν λοιπῶν χρειῶν ἐν ἐνδείᾳ καθεστῶσι, πολυτελεῖς διαδόσεις χρημάτων καὶ περιβλημάτων ἀποιεῖτο, ἤδη δὲ καὶ τὸν πάντα νεὼν πλουσίοις καὶ βασιλικοῖς ἀναθήμασι κατεποίκιλεν. ἀλλ'ὁ μὲν ταὐτην ἐπλήρου τὴν ὑπηρεσίαν,