Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Βασιλέως ἐπιστολὴ πρὸς τὴν ἐν Τύρῳ σύνοδον.

Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῇ ἁγία συνόδῳ τῇ κατὰ Τύρον.

Ἦν μὲν ἴσως ἀκόλουθον καὶ τῇ τῶν καιρῶν εὐκαιρίᾳ μάλιστα πρέπον ἀστασίαστον εἶναι τὴν καθολικὴν ἐκκλησίαν καὶ πάσης λοιοδρίας τοὺς τοῦ Χριστοῦ νῦν ἀπηλλάχθαι θεράποντας. ἐπειδὴ δὲ οὐχ ὑγιοῦς φιλονεικίας οἴστρῳ τινὲς ἐλαυνόμενοι (οὐ γὰρ ἂν εἴποιμι βιοῦντες ἑαυτῶν ἀξίως), τὰ πάντα συγχέειν ἐπιχειροῦσιν, ὅπερ πάσης συμφορᾶς ἐπέκεινα κεχωρηκέναι μοι δοκεῖ, τούτου χάριν θέοντας ὑμᾶς, τὸ τοῦ λόγου, προτρέπομαι χωρίς τινος ὑπερθέσεως εἰς ταὐτὸ συνδραμεῖν, πληρῶσαι τὴν σύνοδον, ἐπαμῦναι τοῖς χρᾐζουσιν ἐπικουρίας,τοὺς ἀδελφοὺς ἰάσασθαι κινδυνεύοντας, εἰς ὁμόνοιαν ἐπαναγαγεῖν τὰ διεστῶτα τῶν μελῶν, διορθώσασθαι τὰ πλημμελούμενα, ἕως καιρὸς ἐπιτρέτει, ἵνα ταῖς τοσαύταις ἐπαρχίαις τὴν πρέπουσαν ἀποδῶτε συμφωνίαν, ἥν, φεῦ τῆς ἀτοπίας, ἐλαχίστων ἀνθρώπων ἀπώλεσεν ὑπεροψία.

ὅτι δὲ τοῦτο καὶ τῷ δεσπότῃ τῶν ὅλων θεῷ ἐστιν ἀρεστὸν καὶ ἡμῖν πάσης εὐχῆς ὑπέρτερον καὶ ὑμῖν αὐτοῖς,ἐάν γε τὴν εἰρήνην ἀνακαλέσησθε, οὐ τῆς τυχούσης αἴτιον μέλλετε λοιπόν, ἀλλ'ἐπιτείναντες ἐντεῦθεν ἥδη τὰ τῆς προθυμίας, τοῖς προκειμένοις ὅρον ἐπιθεῖναι σπουδάσατε τὸν προσήκοντα, μετὰ πάσης εἰλικρινείας δηλαδὴ καὶ πίστεως συνελθόντες, ἣν ἑκασταχοῦ μόνον οὑχὶ φωνὴν ἀφιεὶς ὁ σωτὴρ ἐκεῖνος ᾦ λατρεύομεν ἀπαιτεῖ μάλιστα παρ'ὑμῶν.

οὑδὲν δὲ τῶν εἰς τὴν ἐμὴν εὐλάβειαν ἡκόντων ὑμῖν ἐνδεήσει. πάντα μοὶ πέπρακται ὅσα γράφοντες ἐδηλώσατε. ἐπέστειλα πρὸς οὓς ἐρουλήθητε τῶν ἐπισκόπων, ἵνα παραγενόμενοι κοινωνήσωσιν ὑμῖν τῶν φροντισμάτων, ἀπέστειλα Διονύσιον τὸν ἀπὸ ὑπατικῶν, ὃς καὶ τοὺς ὁφείλοντας εἰς τὴν σύνοδον ἀφικέσθαι μεθ'ὑμῶν ὑπομνήσει, καὶ τῶν πραττομένων ἐξαιρέτως δὲ τῆς εὐταξίας κατάσκοπος παρέσται.

ἐὰν γὰρ τις, ὡς ἐγὼ οὐκ οἵομαι, [*](1–135,12: = in Theod. H.E.I,20(61).) [*](1 βασιλέως — σύνοδον nur in V u. in Theod., Wortfolge ἐπιστ. βασιλέως Theod. | 4 καιρῶν]κρειττόνων V | εὐκαιρῶν + vor εὐκαιρίᾳ J | 6 ἐπειδὴ δὲ Theod., ἐπεὶ δ'ΗSS | 8 ἀξίως ΗSS, ἀναξίας Theod. | ἐπιχειροῦντες ΜΒΑ |11 χρήζουσιν ἐπικουρίας Theod., V, χρήξουσι “βοηθείας JMBA | 14 ἕως]ὡς Theod. | 15 ἀποδῶτε Theod. (Cod.A), ἀπόδοτε Theod. (Code.B), ἀποδώσητε V, ἀποδώσετε JMBA | 16 ἀπώλεσαι V1, εν über αι V 2 | 12 ὅροις ΑΜ | ὅρ. ἐπιθ. ~Α |nach προσήκοντα + καιρὸν ΜΒΑ |μετὰ πάσης — 135,5 ἀπεχθ. <ΜΒΑ |22 ἣν Theod., <V, ἣν ἐκαστ. — παρ'ὑμῶν <J | 24 ὑμῶν V, in Theod.: Παρ'ἡμῶν δὲ οὐδὲν τῶν. . . υ. Ζ. 25 ὑμῖν <Theod. | 26 ἐπέστειλα Τheod. (Cod.A), J, ἀπέστειλα V | 29 καὶ τῆς V, καὶ <Τheod., JMBA | 30 κατάσκοπος]ἐπίσκοπος J.)

v.1.p.135.
τὴν ἡμετέραν κέλευσιν καὶ νῦν διακρούσασθαι πειρώμενος μὴ βουληθῇ παραγενέσθαι, ἐντεῦθεν παρ'ἡμῶν ἀποσταλήσεται, ὃς ἐκ βασιλικοῦ προστάγματος αὐτὸν ἐκβαλὼν ὡς οὐ προσῆκεν ὅροις αὐτοκράτορος ὑπὲρ τὴς ἁληθείας ἐξενεχθεῖσιν ἀντιτείνειν δικάξει.

λοιπὸν ἔσται τῆς ὑμετέρας ὁστότητος ἔργον ὁρογνώμονι κρίσει, μήτε πρὸς ἀπέχθειαν μήτε πρὸς χάριν, ἀκολούθως δὲ τῷ ἐκκλησιαστικῷ καὶ ἀποστολικῷ κανόνι, τοῖς πλημμεληθεῖσιν εἴτ'οὖν κατὰ σφάλμα συμβεβηκόσι τὴν ἁρμόττουσαν θεραπείαν ἐπιονῆσαι, ἵνα καὶ πάσης βλασφημίας έλευθερώσητε τὴν ἐκκλησίαν καὶ τὰς ἐμὰς ἐπικουφίσητε φροντίδας, καὶ τὴν τῆς εἰρήνης χάριν τοῖς νῦν στασιάζουσιν ἀποδόντες μεγίστην εὔκλειαν ὑμῖν αὐτοῖς προξενήσητε. ὁ θεὸς ὐμᾶς διαφυλάττοι, ἀδελφοὶἀγαπητοί.“