Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ταὐτὸν δὲ καὶ ἕτεραι πλείους διεπράττοντο χῶραι, ὡς ἡ ἐπὶ τοῦ Φοινίκων ἔθνους αὐτοῦ βασιλέως ἐπώνυμος, ἧς οἱ πολῖται δυσεξαρίθμητα ξοάνων ἱδρύματα πυρὶ παραδόντες τὸν σωτήριον ἀντικατηλλάξαντο νόμον.

καὶ ἐφ’ ἑτέρων δ’ ἐπαρχιῶν αὐτόμολοι τῇ σωτηρίῳ προσιόντες γνώσει ἀθρόοι κατὰ χώρας καὶ κατὰ πόλεις τὰ μὲν πρότερα αὐτοῖς νενομισμένα ἱερά, ἐν ὕλῃ παντοίων ὄντα ξοάνων, ὡσανεὶ τὸ μηθὲν ὄντα ἠφάνιζον, ναούς τ’ αὐτῶν καὶ τερμένη εἰς ὕψος ἠρμένα μηδενὸς ἐπικελεύοντος καθῄρουν, ἐκκληςίας δ’ ἐκ θεμελίων ἀνιστῶντες τὰ τῆς προτέρας ἀντικατηλλάττοντο πλάνης. ἀλλὰ γὰρ καθ’ ἕκαστα γράφειν τῶν τοῦ θεοφιλοῦς πράξεων οὐχ ἡμέτερον ἂν εἴη μᾶλλον ἢ τῶν τὸν πάντα χρόνον αὐτῷ συνεῖναι κατηξιωμένων· ἡμεῖς δ’ ἐν ὀλίγῳ τὰ ἡμῖν διεγνωσμένα τῇδε παραδόντες τῇ γραφῇ ἐπὶ τὸν ὕστατον αὐτοῦ τῆς ζωῆς διαβηςόμεθα χρόνον.

[*](2 nach δημοςίων + ὀχημάτων Socr., Theod., <VJMBA| ἐξουςίαν HSS, ὑπηρεςίαν Hkl, vgl. S. 79,30| 3 τοῦτο MB| 5 διακομισθείη Socr., Theod.| τοῦτο ῦτο < V | ἐκ < J | 7 διαφυλάξει Socr. Cod. F, Theod., διαφυλάξοι HSS | 10 ἑτέρα βας. ~ JMBA | παραστήσει VJA, παρ4αστήσοι MB, vgl. 121, 3 | 11 δι’: hier beginnt das neue Cap. λη (38) in VMB, nich bei ἤδη |Κωνστάντεια JMBA | 15 Κωνστάντεια JMBA | 17 ὑποφανεῖσα J| 20 ἧς] οἷς MB | 21 παρδώσαντες V | 24 νενομ. ἱερὰ ~ JMBA | ὄντα ξοάνων ~ MBA | 27 τὰ < vor τῆς προτ. JMBA | ἀντικατηλλάττοντο V, ἀντικξατηλλάσσοντο JMBA | γνώμης ἢτοι + vor πλάνης JMBA | 29 χρόνων Β, in M ω aus o oder o aus ω |αὐτῶ συνεῖναι ~ JMBA | 31 τῆ < MB.)
v.1.p.133.

Ἐπληροῦντο μὲν αὐτῷ τριάκοντα ἐνιαυτῶν περίοδοι τῆς βασιλείας· τρεῖς δ’ αὐτῷ παῖδες, καίσαρες περιφανέστατοι, κοινωνοὶ τῆς βασιλείας διαφόροις ἀνεδείκνυντο χρόνοις, ὁ μὲν ὁμώνυμος τῷ πατρὶ Κωνσταντῖνος πρῶτος μετασχὼν τῆς βασιλείας τὴν τιμὴν ἀμφὶ τὴν τοῦ πατρὸς δεκαετηρίδα, ὁ δὲ δεύυερος τῇ τοῦ πάππου κοσμούμενος ὁμωνυμίᾳ Κωνστάντιος ἀμφὶ τὴν εἰκοσαετηρικὴν πανήγυριν ἀνηγορευμένος, ὁ δὲ τρίτος Κώνστανς, τὸν ἐνστῶτα καὶ συνεστῶτα τῷ τῆς ἐπωνυμίας προσρήματι σημαίνων, ἀμφὶ τὴν τρίτην δεκάδα προηγμένος.

οὕτω δὴ τριάδος λόγῳ τριττὴν γονὴν παίδων θεοφιλῆ κτηςάμενος, ταύτην τ’ ἐφ’ ἑκάστῃ περιόδῳ δεκαέτους χρόνου εἰσποιήσει τῆς βασιλείας τιμήσας, τῶν τῷ παμβασιλεῖ τῶν ὅλων εὐχαριστηρίων καιρὸν εὔκαιρον εἶναι τὸν τῆς αὐτοῦ τριακονταετηρίδος ἡγεῖτο, καὶ δὴ τοῦ ἐν Ἱεροσολύμοις αὐτῷ σὺν πάσῃ φιλοκάλῳ σπουδῇ κατειργασμένου μαρτυρίου προςήκειν τἢν ἀφιέφωσιν ποιήσασθαι εὖ ἔχειν ἐδοκίμαζεν.