Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Βασιλέως ἐπιστολὴ περὶ τῆς τῶν θείων γραφῶν ἐπισκευῆς.

„Νικητὴς Κωνσταντῖονς Μέγιστος Σεβαστὸς Εὐσεβίῶ.

Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν τῆς τοῦ σωτῆρος θεοῦ συναιρομένης προνοίας μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἀνατέθεικεν ἑαυτό, ὡς πάντων ἐκεῖσε πολλὴν λαμβανόντων αὔξησιν σφόδρα ἄφιον καταφίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ κατασκευασθῆναι πλείους.

τοιγάρτοι δέδεξο προθυμότατα τὸ δόξαν τῇ ἡμετέρᾳ προαιρέσει. πρέπον γὰρ κατεφάνη τοῦτο δηλῶσαι τῇ σῇ συνέσει, ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐμετακόμιστα ὑπὸ τεχνιτῶν καλλιγάφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι κελεύσειας, τῶν θείων δηλαδὴ γραφῶν, ὧν μάλιστα τήν τ’ ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκληςίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις.

ἀπεστάλη δὲ γράμματα παρὰ τῆς ἠμετέρας ἠμερότητος πρὸς τὸν τῆς διοικήσεως καθολικόν, ὅπως ἂν πάντα τὰ πρὸς τὴν ἐπισκευὴν αὐτῶν ἐπιτήδεια παρασχεῖν φροντίσειεν· ἵνα γὰρ ὡς τάχιστα τὰ γραφέντα [*](17–132, 6: = in Socr. H.E. I, 9 (35), = in Theodor. H.E. I, 16 (45).) [*](2 βιβλίον ἀνέγνων verbessert aus βιβλίον ἐγνων J| 3 τῆ <V | 4 συνορᾶν V | 6 οἷς ἐντετρ. – 10 δείκνυσιν εἰ <ΜΒΑ |9 μεταρυθμίζοντα HSS | 10 συγγαμάτων V | 11 καὶ] κἂν Α |τὰ καλὰ τῶν VJ, τῶν καλῶν MBA| λόγων V, ἔργων JMBA | 12 ἔχη Α |διαφυλάξοι JMBA | 13 οὖν <JMB | 15 Βας. — ἐπισκ. < JMBA | 81 ob ἡμῶν? H kl | 20 πολλὴν Sokr., Theod., A, πολλῶν VJMB | λαβόντων Socr., Theod.| 23 τοῦτο Socr., Theod., V, τοῦ J, τὸ MBA| 25 εὐμετακόμιστα VJMBA (aber κομι auf Ras. J), εὐπαρακόμιστα Socr., Theod. | 26 κελεύσας V | 28 λόγω HSS, συλλόγῳ Hein. | ἀπέσταλται Socr., Theod. | 29 γράμμα JMB | 30 ἂν πάντα Socr., Theod., ἅπαντα HSS | τὴν ἐπισκι. Socr., Theod., τὴν < HSS.)

v.1.p.132.
σωμάτια κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο γενήσεται. καὶ γὰρ δύο δημοςίων ὀχημάτων ἐξουςίαν εἰς διακομιδὴν ἐκ τῆς αὐθεντίας τοῦ γράμματος ἡμῶν τούτου λαβεῖν σε προςήδει. οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθήσεται, ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων, ὃς ἐπειδὰν ἀφίκηται πρὸς ἠμᾶς, τῆς ἠμετέρας πειραθήσεται ξιλανθρωπίας. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.“