Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ὥστ’ ἤδη ποτὲ τῶν ἀμφ’ αὐτὸν τινὸς ἐπιλαβόμενον φάναι· „καὶ μέχρι τίνος, ὦ οὗτος, τὴν ἀπληστίαν ἐκτείνομεν; “ εἶτ’ ἐπὶ γῆς μέτρον ἀνδρὸς ἠλικίας ἐγχαράξας τῷ δόρατι, ὃ μετὰ χεῖρας φέρων ἔτυχεν· „τὸν σύμπαντα τοῦ βίου πλοῦτον“, ἔφη, „καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον εἰ κτήσαιο, πλέον οὐδὲν τουτουὶ τοῦ περιγραφέντος γηδίου ἀποίσεις, εἰ δὴ κἂν αὐτοῦ τύχοις.“ ἀλλ’ οὐδένα ταῦτα λέγων τε καὶ πράττων ἔπαυεν ὁ μακάριος, τὰ πράγματα δ’ ἐναργῶς αὐτοῖς θεοπροπίοις ἔπεισεν ἀλλ’ οὐ ψιλοῖς ῥηματίοις ἐοικέναι τὰ βασιλέως θεσπίσματα.

Ἐπεὶ δ’ οὐκ ἦν θανάτου φόβος ἀπείργων τοὺς κακοὺς τῆς μοχθηρίας, βασιλέλως μὲν ὅλου πρὸς τὸ φιλάνθρωπον ἐκθεδομένου, τῶν δὲ καθ’ ἕκαστον ἔθνος ἀρχόντων μηδαμῆ μηδενὸν τοῖς πλημμελοῦσιν ἐπεξιόντος, τοῦτο δὴ μομφὴν οὐ τὴν τυχοῦσαν τῇ καθόλου διοικήσει παρεῖχεν, εἴτ’ τὖν εὐλόγως εἴτε καὶ μή, ὅπη φίλον ἑκάστῳ κρινέτω, ἐμοὶ δ’ ἐφείσθω τἀληθῆ γράφειν.

Ῥωμαίᾳ μὲν οὖν γλώττῃ τὴν τῶν λόγων συγγραφὴν βασιλεὺς παρεῖχεν, μετέβαλλον δ’ αὐτὴν Ἑλλάδι μεθερμηνευταὶ φωνῇ [*](2 μεταβὰς: hier beginnt das neue Cap. λ (30) in VMB | 7 ματυρούμενος MBA| 9 αὐτῷ—17 ἀπληστίαν <MBA | 10 μιμήσει V, κατα μιμήσει J| 14 ἐπιραρρῶν J | 17 ὥστ’: hier kein neues Cap. in VMB | 18 τινὸς] ἑνὸς V | ἐπιλαβόμενον MBA, in B ν aus ς, ἐπιλαβομένον V, ἐπιλαβόμενος J| 19 ἐκτείνωμεν ΜΒ| 20 ἔχων ἐτύγχανε JMBA | 21 εἰ κτήσαιο] ἐκτήσαιο V | τουτουὶ JA, τούτου εἴη V, τούτου MB | 22 τύχης JMBA| ἀλλ’ hier beg. das neue Cap. λα (31) in VMA | 24 αὐτοὺς V | 26 εἴργων JMBA | 28 μηδαμῆ V, μηδαμῆ μηδαμῶς J, μηδαμῶς MBA| πλημμελήμασιν MBA | 30 ὅπου MB | 33 μετέβαλον V | ἑλλάδι <JMBA.)

v.1.p.130.
οἷς τοῦτο ποιεῖν ἔργον ἦν. τῶν δ’ ἑρμηνευθέντων λόγων δείγματος ἕνεκεν μετὰ τὴν παροῦσαν ὑπόθεσιν ἑξῆς ἐκεῖνον συνάψω, ὃν ὁ αὐτὸς ἐπέγραψε „Τοῦ τῶν ἁγίων συλλόγου“, τῇ ἐκκλησίῳ τοῦ θεοῦ ἀναθεὶς τὴν γραφήν, ὡς μή τις κόμπον εἶναι νομίσῃ τὴν ἡμετέραν ἀμφὶ τῶν λεχθέντων μαρτυρίαν.

Κἀκεῖνο δὲ μνήμης οὔ μοι δξοκεῖ ἀπόβλητον εἶναι, ὃ δὴ καὶ ἐφ’ ἡμῶν αὐτῶν ὁ θαυμάσιος κατπράξατο. ἐπειδὴ γάρ ποτε θάρσει τῆς αὐτοῦ περὶ τὸ θεῖον εὐλαβείας ἀμφὶ τοῦ σωτηρίου μνήματος λόγον παρασχεῖν εἰς ἐπήκοον αὐτοῦ δεδεήμεθα, προθυμότατα μὲν τὰς ἀκοὰς ὑπεῖχεν, πλήθους δ’ ἀεροατῶν περιεστῶτος ἔνδον ἐν αὐτοῖς βασιλείοις ὄρθιος ἑστὼς ἅμα τοῖς λοιποῖς ἐπηκροᾶτο, ἡμῶν δ ἀντιβολούντων ἐπὶ παρακειμένῳ τῷ βασιλικῷ ρθρόνῳ διαναπαύεσθαι, ἐπείθετο μὲν οὐδαμῶς, συντεταμένῳ δὲ λογισμῷ τὴν διάκρισιν ἐποιεῖτο τῶν λεγομένων, ταῖς τε δογματικαῖς θεολογίαις ἀλήθειαν ἐπεμαρτυρεῖς.

ἐπεὶ δὲ πολὺς ἦν ὁ χρόνος ὅ τε λόγος ἐμηκύνετο, ἡμεὶς μὲν καταπαύειν προῃρήμεθα, ὁ δ’ οὐκ ἀνίει, περαίνειν δὲ εἰς τέλος προὔτρεπεν· ἀντιβολούντων δὲ καθέζεσθαι ἀντεδυσώπει, τοτὲ μὲν φήσας ὡς οὐ θεμιτὸν εἴη τῶν περὶ θεοῦ κινουμένων δογμάτων ἀνειμένως ἀκροᾶσθαι, τοτὲ δὲ συμφέρειν αὐτῷ καὶ λυσιτελεῖν τοῦτο· ἑστῶτας γὰρ ὑπακούειν τῶν θείων ὅσιον. ἐπεὶ δὲ καὶ ταῦτα τέλους ἐτύγχανεν, ἡμεῖς μὲν οἴκαδε ἐπανῄειμεν καὶ τὰς συνήδεις ἀπελαμβάνομεν διατριβάς,