Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἐπεὶ δ᾿ ἕτεροι τὰς [*](1 ὁ βασιλεὺς J | 4 ἐπαλλήλους, υ auf Ras., J | 8 nach διαμαρτεῖν + τινα Hkl, Vgl. S. 119, 9, τὸν J | 9 ἀγαθοῦ JMBA | 11 ὑπαρχικῶν Cod. N! ὑπατικῶν VJMBA, Aber in A steht ρχ auf Ras. U. in B ist ein Buchst. Ausradiert zwischen a u. τ | 12 τῆς < MBA | 14 θ᾿ V, δ᾿ JBA, < M | ἄλλων < A | 17 ὕπως VJ (ὅ nachher Hinzugefigt in J), πῶς MBA | 19 wortfolge παραδείγμ. Νῦν γνωρ. J | 23 ἀγρῶν V, καρπῶν JMBA | 25 μόνον A | ἀλλὰ + vor καὶ παιςὶν N!, aber vgl. Euseb. H.E. V, 24, 18 | δ᾿ + Hkl | 26 ἀρχὴν V, χάριν JMBA.)

v.1.p.119.
τῶν πρότερον κρατούντων τῆς γῆς καταμετρήσεις κατεμέμφοντο, βεβαρῆυσθαι σφῶν τὴν χώραν καταιτιώμενοι, πάλιν κἀνταῦθα θεσμῷ δικαιοςύνης ἄνδρας ἐξισωτὰς κατέπερπε τοὺς τὸ ἀζήμιον τοῖς δεηθεῖσι παρέξοντας.

Ἄλλοις δικάσας βασιλεύς, ὡς ἄν μὴ τὸ ληφθὲν παρ᾿ αὐτῷ μέρος ἧττον ἀπαλλάττοιτο χαῖρον τοῦ νενικηκότος, ἐξ οἰκείων ἐδωρεῖτο τοῖς νενικημένοις ἄρτι μὲν κτήματα ἄρτι δὲ κτήσεις ἀγρῶν, τοῦ κρατήσαντος δίκην ἐξ ἴσου χαίρειν τὸν ἡττηθέντα παρασκευάζων ὡς ἂν τῆς αὐτοῦ θέας ἀξιωθέντα· μὴ γὰρ ἐξεῖναι ἄλλως τοσούτῳ βασιλεῖ παραστάντα κκατηφῆ τινα καὶ λυπηρὸν ἀπαλλάττεοῦαι. οὕτω δ᾿ οὖν ἄμφω φαιδροῖς καὶ μειδιῶσι προςώποις ἀνέλυον τῆς δίκης. θαῦμα δ᾿ ἐκράτει τοὺς πάντας τῆς βασιλέως μεγαλυνοίας.