Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἀλλὰ γὰρ μυρία τοιαῦτα βασιλεῖ πραχθέντα ἐφ’ ἑκάστης ἐπαρχίας, πλείστη γένοιτ’ ἄν ῥᾳστώνη τοῖς γράφειν αὐτὰ φιλοτιμουμίνοις ὥσπερ οὖν καὶ νόμους. οὕς ἐκ παλαιῶν ἐπὶ τὸ ὁσιώτερον μεταβάλλων ἀνενεοῦτο. καὶ τούτων δ’ ἐν ὀλίγῳ ῥᾷον ἐμφῆναι τὸν τρόπον.

τοὺς ἄπαιδας παλαιοὶ στερήσει τῆς τῶν γνωρίμων δια- [*](34ff.: vgl. Sozom. H.E. I, 9 (38).) [*](1 τῆ, über der Zeile, V | πύλαις ΜΒ, πύλαι, aber bach ι ein Buchst. ausradiert, J | 2 πάσης < ΜΒΑ |4 οἱ δ’ αὐτοὶ V, οἵ δ’ αὐτοῦ J, τοῦ ΜΒ, τῶ Α |7 δεξιούμενος] ποιούμενος V | 11 δὲ VJ, δεῖν ΜΒΑ | 14 τε νόμοις τε V| 19 ἐκτεθηλυμένων JMB | 21 που Hkl, ποι HSS | 33 ἐκφῆναι JMBA | 34 τοὺς] τὰς ΜΒΑ | γνωρίμων V, γονίμων JMBA | διαδοχῆς HSS (so Wil.), διαθήκης Hkl (vgl. Sozom.).)

v.1.p.127.
δοχῆς ἐτιμωροῦντο, καὶ ἦν οὗτος κατὰ τῶν ἀτέκνων ἀπηνὴς νόμος, ὡσανεὶ πεπλημμε ληκότας αὐτοὺς ζημίἁ κολάζων. λύσας δὴ συγχωρεῖ κληρονομεῖν τοὺς προςήκοντας. τοῦτο βασιλεὺς ἐπὶ τὸ ὅσιον μεθήρμοζε, τοὺς κατὰ γνώμην πλημελοῦντας εἰπὼν τῇ προσηκούσῃ δεῖν σωφρονίζειν κολάσαει.

ἄπαιδας μὲν γὰρ πολλοὺς ἡ φύσις ἀνέδειξεν, εὐξαμένους μὲν πολυπαιδίας εὐτυχῆσαι στερηθέντας δὲ φ;τυσεως ἀσθενείᾳ· ἄλλοι δ’ ἄπαιδες γεγόμνασιν οὐ παραιτήσει παίδων διαδοχῆς, γυναικείας δ’ ἀποστροφῇ μίξεως, ἥν σφοδροτάτῳ φιλοσοφίας ἔρωτι προείλοντο· ἁγνείαν δὲ καὶ παντελῆ παρθενίαν γυναῖκες ἱερωςύνῃ θεοῦ καθοσιωμέναι μετῆλθον, ἁγνῷ καὶ παναγίῳ βίῳ ψυχῆς καὶ σώματος σφᾶς αὐτὰς καθιερώσασαι,