Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

[*](Cod. V ξγ΄.) Βασιλέως ἐπιστολὴ πρὸς ἡμᾶς ἐπὶ τῇ παραιτήσει τῆς Αντιοχέων ἐπισκοπῆς.

,,Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ.

Ἀνέγνων ἤδιστα τὴν ἐπιστολὴν ἥν ἡ σὴ σύνεσις ἐποιήσατο, καὶ τὸν κανόνα τῆς ἐκκλησιαστικῆς ἐπιστήμης εἰς ἀκρίβειαν φυλαχθένατ κατενόησα· ἐμμένοις γοῦν τούτοις ἄπερ ἀρεστά τε τῷ θεῷ καὶ τῇ ἀποστολικῇ παραδόσει σύμφωνα φαίνεται. μακάριον δὴ σαυτὸν καὶ ἐν αὐτῷ τούτῳ νόμιζε, ὡς τῇ τοῦ κόσμου παντὸς ὡς ἔπος εἰπεῖν μαρτυρίᾳ ἄξιος ἐκρίθης πάσης ἐκκλησίας ἐπίσκοπος εἶναι· εἰ γὰρ ποθοῦσιν ἄπαντες εἶναί σε παρ' αὐθτοῖς, ταύτην σοι τὴν εὐδαιμονίαν ἀναμφισβητήτως συναύξουσιν.

ἀλλ' ἡ σὴ σύνεσις, ἤ τάς τε ἐντολὰς τοῦ θεοῦ καὶ τὸν ἀποστολικὸν κανόνα καὶ τὸν τῆς ἐκκλησίας φυλάττειν ἔγνωκεν, ὑπέρευγε πεποίηκε παραιτουμένη τὴν ἐπισκοπίαν τῆς κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας, ἐν ταύτῃ δὲ διαμεῖναι σπουδάζουσα, εἰς ἤν ἐκ πρώτης θεοῦ βουλήσει τὴν ἐπισκοπίαν ὑπεδέξατο.

περὶ δὴ τούτου πρὸς τὸν λαὸν ἐποιησάμην ἐπιστολήν, πρός τε τοὺς ἄλλους σου συλλειτουργούς, οἴ καὶ αὐτοὶ περὶ τούτων ἐτύγχανόν μοι γεγραφότες ἄπερ ἡ σὴ καθαρότης ἀναγνοῦσα ῥᾳδίως ἐπιγνώσεται, τῆς δικαιοσύνης ἀντιφθεγγομένης αὐτοῖς προτροπῇ τοῦ θείου πρὸς αύτοὺςἔγραψα, ὦν τῷ συμβουλίῳ καὶ τὴν σὴν σύνεσιν παρεῖναι δεήσει, ὡς ἄν τοῦτο ἐπὶ τῆς Ἀντιοχέων ἐκκλησίας τυπωθείη ὁ καὶ αὐτῷ τῷ θεῷ καὶ τῇ ἐκκλησίᾳ πρεπωδέστατον νομισθείη. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.“