Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Εἶθ’ ὥσπερ ἐπιστρατεύων αὐτῷ φάλαγγα θεοῦ σύνοδον οἰ- κουμενικὴν συνεκρότει, σπεύδειν ἁπανταχόθεν τοὺς ἐπισκόπους γράμ- μασι τιμητικοῖς προκαλούμενος. οὐκ ἦν δ’ ἁπλοῦν τὸν ἐπίταγμα, συνήργει δὲ καὶ αὐτῇ πράξει τὸ βασιλέως νεῦμα, οἷς μὲν ἐξουσίαν δημοσίου παρέχον δρόμου οἷς δὲ νωτοφόρων ὑπηρεσίας ἀφθόνους. ὥριστο δὲ καὶ πόις ἐμπρέπουσα τῇ συνόδῳ, νίκης ἐπώνυμος, κατὰ τὸ Βιθυνῶν ἔθνος ἡ Νίκαια. 2ὡς οὖν ἐφοίτα πανταχοῦ τὸ παράγ- γελμα, οἷά τινος ἀπὸ νύσσης οἱ πάντες ἔθεον σὺν προθυμίᾳ τῇ πάςῃ. [*](26 ff.: vgl. Socr. H.E. I, 8 (18), Sozom. H.E. I, 17 (59).) [*](9 nach ἀργαλ. + τὰς ἐκκλησίας J | διενοχλοῦσα] δὴ ἐνοχλοῦσα Val. | ἡ τῆς J | 10 δεῖ ΜΒ | προσήκειν — ὥραν < Β1 |11 πλανωμένους Wil., πλανωμένοις HSS 12 τῆς u. ἀλλοτρίας Β1 | κἀν neues Cap. in VMB und am Rande die Inhaltsangabe: ζ ὅπως σύνοδον ἐν Νικ. usw. V | 19 παντοδυνάτω V | 23 τὴν + vor αὐτὸς J, < VMBA | ἑαυτοῦ] αὐτοῦ gewöhnlich | τὴν + vor διάνοιαν ΜΒΑ | 24 δεῖν < Wil.| 26 φάλαγγα θεοῦ = JMBA | 28 δ’ Wil., θ’ HSS | 30 δημοσίου < J | 32 ἡ < J | 33 ἀπὸ] ὑπὸ JB1 | τῇ < vor πάςῃ JMBA.)

v.1.p.80.
εἶλκεν γὰρ αὐτοὺς ἀγαθῶν ἐλπίς, ἥ τε τῆς εἰρήνης μετουσία, τοῦ τε ξένου θαύματος τῆς τοῦ τοσοῦτου βασιλέως ὄψεως ἡ θέα. ἐπειδὴ οὖν συνῆλθον οἱ πάντες, ἔργον ἤδη θεοῦ τὸ πραττόμενον ἐθεωρεῖτο. οἱ γὰρ μὴ μόνον ψυχαῖς ἀλλὰ καὶ σώμασι καὶ χώραις καὶ τόποις καὶ ἔθνεσι πορρωτάτω διεστῶτες ἀλλήλων ὁμοῦ συνήγοντο, καὶ μία τοὺς πάντας ὑπεδέχετο πόλις, ἦν θ' ὁρᾶν μέγιστον ἱερέων στέφανον ἐξ ὡραίων ἀνθέων καταπεποικιλμένον.