Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

[*](Cod. V νγ’.) Βασιλέως ἐπιστολὴ περὶ τοῦ κατὰ τὴν δρῦν τὴν καλουμένην Μαμβρῆ τόπου. „Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Μακαρίῳ καὶ λοιποῖς ἐπισκόποις Παλαιστίνης. Ἕν καὶ τοῦτο μέγιστον τῆς ὁσιωτάτης μου κηδεστρίας γέγονεν εἰς ἡμᾶς εὐεργέτημα τὸ λανθάνουσαν μέχρι νῦν παρ’ ὑμῖν ἐναγῶν ἀνθρώπων ἀπόνοιαν διὰ τῶν πρὸς ἡμᾶς γνωρίσαι γραμμάτων, ὡς τῆς πρεπούσης ἐπανορθώσεως καὶ θεραπείας εἰ καὶ βραδέως ἀλλ’ ὅμως ἀναγκαίως δι’ ἡμῶν τὸ παροφθὲν ἁμάρτημα τυχεῖν. καὶ γάρ ἐστιν ὡς ἀληθῶς δυσςέβημα παμμέγεθες τοὺς ἁγίους τόπους ὑπὸ τῶν ἀνοσίων χραίνεσθαι μιασμάτων. τί οὖν ἐστιν, ἀδελφοὶ προσφιλέστατοι, ὃ τὴν ὑμετέραν παρελθὸν ἀγχίνοιαν ἡ προειρημένη διὰ τὴν πρὸς τὸ θεῖον εὐλάβειαν οὐχ οἵα τε γέγονεν ἀποσιωπῆσαι;

[*](Cod. V νδ’.) Τὸ χωρίον, ὅπερ παρὰ τὴν δρῦν τὴν Μαμβρῆ προσαγορεύεται, ἐν ᾧ τὸν Ἀβραὰμ τὴν ἑστίαν ἐσχηκέναι μανθάνομεν, [*](8 ff.: vgl. Sozom. H.E. II, 4. –10 u. 30 Gen. 12, 6 ff.) [*](1 καὶ über der Zeile V | 3 nach σχήματι + οἴκοις τέ πλείοσιν ἐξέδραις (ἐξέδροις A) τε MAB 2 wahrsch. nach Laus Const. | κύκλῳ (von einem Kreise) δὲ ὑπερ. Hkl. ἐν κύκλω ὑπερ. HSS | 7 nach ἐξοχ. + τῶν VJMB (so Wil.), nicht A | 8 δέ Hkl, γέ HSS | τε <Hkl | 11 μαυρῆ JMB | ἐγεῖραι V | 12 βασιλικῆ J | 13 τῶν] τὸν V | ἐφοίτα V | 15 ἦς ἔμοιγε] ἡμῖν δὲ B 1, ὡς ἐμοι B 2 | 16 δοκεῖν MB 2 | 19 Βασιλ.— τόπου nur in V | 30 παρελθόν <V, παρελθὼν M | 32 τὴν <vor δρῦν JMBA.)

v.1.p.100.
παντοίως ὐπό τινων δεισιδαιμόνων μιαίνεσθαί φησιν· εἴδωλά τε γὰρ πάσης ἐξωλείας ἄξια παρ’ αὐτὴν ἱδρῦσθαι καὶ βωμὸν ἐδήλωσεν πληςίον ἑστάναι καὶ θυςίας ἀκαθάρτους συνεχῶς ἐπιτελεῖσθαι.