Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Τούτοις μὲν οὐν τὴν αὐτοῦ πόλιν ἐκαλλώπιζε. τὴν δὲ Βιθυνῶν ἄρχουσαν ὁμοίως ἀναθήματι μεγίστης καὶ ὑπερφυοῦς ἐκκληςίας ἐτίμα, ἐξ οἰκείων θησαυρῶν κἀνταῦθα τῷ αὐτοῦ σωτῆρι τὰ κατ’ ἐχθρῶν καὶ θεομάχων ἀνυψῶν νικητήρια. καὶ τῶν λοιπῶν δ’ ἐθνῶν τὰς μάλιστα κρατιστευούσας πόλεις ταῖς τῶν εὐκτηρίων φιλοκαλίαις ἐκπρέπειν ἐποίει, [*](Cod. V να’) ὥσπερ οὖν καὶ ἐπὶ τῆς ἀνατολικῆς μητροπόλεως, ἣ τὴν ἐπώνυμον εἴληχεν Ἀντιόχου προσηγορίαν· ἐφ’ ἧς ὡς ἐπὶ κεφαλῆς τῶν τῇδε ἐθνῶν μονογενές τι χρῆμα ἐκκληςίας μεγέθους [*](12 Joh. 10, 11.–14 Dan. 6.– 29–99, 6: mit ähnlichen Worten Laus Const. IX, 15.) [*](1 δὲ <V | ἐξόχω τιμῆ γερ. steht in V nach οἴκοις Z. 3 | 2 περικαλλεστάτοις V, περιφανεστάτοις JMBA | 3 ἄστεως V, ἄστεος JMBA | nach αὐτῷ + ἄστει Hkl | 5 ὅλως V, ὅλος JMBA | 6 ἣν] ἦν V | 7 nach καθαρεύειν + τ’ V | πάσης J | 8 δὴ <MBA | 12 εἶδες –15 ἐκλαμπ. <B 1 | μέσον Hkl, μέσων HSS | 14 τὸν] J | πεπλασμένα MBA | 15 τε <V | 16 ἐν αὐτοῖς <MBA | τοῖς (vielleicht) <Hkl | 18 τὸ <J | 20 κατειργασμένον JB 1 | 21 δὲ <JMBA | 25 τὰ <J | 27 κρατιστ.] στρατευόμενας V 1, στρα mit Punkten gestrichen u. über der Zeile κρατι V 2 | 28 ἐποιεῖτο JMBA | ὥσπερ neues Cap. hier nach V(MB) nach οὖν καὶ + τὴν VMB, + τὸν A | 29 εἴληχεν V, εἴληφεν JMBA.)

v.1.p.99.
ἕνεκα καὶ κάλλους ἀφιέρου, μακροῖς μὲν ἔξωθεν περιβόλοις τὸν πάντα νεὼν περιλαβών, εἴσω δὲ τὸν εὐκτήριος οἶκον εἰς ἀμήχανον ἐπάρας ὕψος, ἐν ὀκταέδρου μὲν συνεστῶτα σχήματι, κύκλῳ δὲ ὑπερῴων τε καὶ καταγείων χωρημάτων ἁπανταχόθεν περιεστοιχισμένον, ὃν καὶ χρυσοῦ πλείονος ἀφθονίᾳ χαλκοῦ τε καὶ τῆς λοιπῆς πολυτελοῦς ὕλης ἐστεφάνου κάλλεσιν.

[*](Cod. V νβ’.) Τάδε μὲν οὖν τὰ ἐξοχώτατα βασιλέως ἐτύγχανεν ἀφιερώματα. πυθόμενος δέ τοι ἕνα καὶ τὸν αὐτὸν σωτῆρα τόν τε ἔναγχος ἐπιφανέντα τῷ βίῳ καὶ πρόπαλαι θεοφανείας πεποιῆσθαι φιλοθέοις ἀνδράσιν τῆς Παλαιστίνης ἀμφὶ τὴν καλουμένην δρῆν Μαμβρῆ, κἀνταῦθα οἶκον εὐκτήριον ἀνεγεῖραι τῷ ὀφθέντι θεῷ διακελεύεται.

τοῖς μὲν οὖν τῶν ἐθνῶν ἄρχουσιν αὐθεντία βασιλικὴ διὰ τῶν πρὸς ἕκαστον ἐπισταλθέντων γραμμάτων ἐπεφοίτα, εἰς πέρας ἀγαγεῖν τὸ προσταχθὲν διακελευομένη, ἡμῖν δὲ τοῖς τήνδε γράφουσι τὴν ἱστορίαν λογικωτέραν κατέπεμπε διδασκαλίαν, ἧς ἔμοιγε δοκεῖ τὸ ἴσον γράμμα τῷ παρόντι συνάψαι λόγῳ εἰς ἀκριβῆ διάγνωσιν τῆς τοῦ θεοφιλοῦς ἐπιμελείας. καταμεμψάμενος γοῦν ἡμῖν ἐφ’ οἷς ἐπύθετο πραττομένοις αὐτόθι τάδε κατὰ λέξιν ἔγραφε.

[*](Cod. V νγ’.) Βασιλέως ἐπιστολὴ περὶ τοῦ κατὰ τὴν δρῦν τὴν καλουμένην Μαμβρῆ τόπου. „Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Μακαρίῳ καὶ λοιποῖς ἐπισκόποις Παλαιστίνης. Ἕν καὶ τοῦτο μέγιστον τῆς ὁσιωτάτης μου κηδεστρίας γέγονεν εἰς ἡμᾶς εὐεργέτημα τὸ λανθάνουσαν μέχρι νῦν παρ’ ὑμῖν ἐναγῶν ἀνθρώπων ἀπόνοιαν διὰ τῶν πρὸς ἡμᾶς γνωρίσαι γραμμάτων, ὡς τῆς πρεπούσης ἐπανορθώσεως καὶ θεραπείας εἰ καὶ βραδέως ἀλλ’ ὅμως ἀναγκαίως δι’ ἡμῶν τὸ παροφθὲν ἁμάρτημα τυχεῖν. καὶ γάρ ἐστιν ὡς ἀληθῶς δυσςέβημα παμμέγεθες τοὺς ἁγίους τόπους ὑπὸ τῶν ἀνοσίων χραίνεσθαι μιασμάτων. τί οὖν ἐστιν, ἀδελφοὶ προσφιλέστατοι, ὃ τὴν ὑμετέραν παρελθὸν ἀγχίνοιαν ἡ προειρημένη διὰ τὴν πρὸς τὸ θεῖον εὐλάβειαν οὐχ οἵα τε γέγονεν ἀποσιωπῆσαι;