Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

ταύτης δ’ οὖν ἄντικρυς βασιλεὺς τὴν κατὰ τοῦ θανάτου σωτήριον νίκην πλουσίαις καὶ δαψιλέσιν ἀνύψου φιλοτιμίαις, τάχα που ταύτην οὖσαν τὴν διὰ προφητικῶν θεσπισμάτων κεκιηρυγμένην καινὴν καὶ νέαν Ἱερουσαλήμ, ἧς πέρι μακροὶ λόγοι μυρία δι’ ἐνθέου πνεύματος θεσπίζοντες ἀνυμνοῦσιν· καὶ δὴ τοῦ παντὸς ὥσπερ τινὰ κεφαλὴν πρῶτον ἁπάντων τὸ ἱερὸν ἄντρον ἐκόσμει· μνῆμα δ’ ἦν αίωνίου μηνήμης γέμον, τοῦ μεγάλου σωτῆρος τὰ κατὰ τοῦ θανάτου περιέχον τρόπαια, μνῆμα θεσπέσιον, παρ’ ᾧ φῶς ἐξαστράπτων ποτὲ ἄγγελος τὴν διὰ τοῦ σωτῆρος ἐνδεικνυμένην παλιγγενεσίαν τοῖς πᾶσιν εὐηγγελίζετο.