Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτω διατάξαι τε καὶ ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον βασιλικὴν τῶν ἁπανταχοῦ βελτίονα ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα γενέσθαι, ὡς πάντα τά ἐφ’ ἑκάστης καλλιστεύοντα πόλεως ὑπὸ τοῦ κτίσματος τούτου νικᾶσθαι.

καὶ περὶ μὲν τῆς τῶν τοίχων ἐγέρσεώς τε καὶ καλλιεργίας Δρακιλιανῷ τῷ ἡμετέρῳ φίλῳ, τῷ διέποντι τὰ τῶν ἐπάρχων μέρη, καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι παρ’ ἡμῶν ἐγκεχειρίσθαι τὴν φροντίδα γίνωσκε. κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς εὐσεβείας καὶ τεχνίτας καὶ ἐργάτας καὶ πάνθ’ ὅσα περὶ εἰς οἰκοδομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίαςα, παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι.

περὶ δὲ τῶν κιόνων εἴτ’ οὖν μαρμάρων, ἃ δἂν νομίσειας εἶναι τιμιώτατά τε καὶ χρησιμώτατα αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι τε καὶ χρησιμώτατα αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι σπούδασον, ἵν’ ὅσων δἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ σοῦ γράμμαοτς ἐπιγνῶμεν, ταῦτα πανταχόθεν μετεχθᾶηναι δυνηθῇ· τὸν γὰρ τοῦ κόσμου θαυμασιώτατον τόπον κατ’ ἀξίαν φαιδρύνεσθαι δίκαιον.