Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ἐπειδὴ δὲ λοιπὸν ἡ σύνοδος ἀναλύειν ἤμελλεν, συντατιμίαν συγκαλέσας ἡμέραν, παροῦσι δὲ τὴν πρὸς φιλονείκους ἔριδας ἐκτρέπεσθαι, μηδὲ βασκίνειν, εἴ τις εὐδοκιμῶν ἐν ἐπισκόποις φαινοιτο τρέπεσθαι, μηδὲ βασκαίνειν, εἴ τις εὐδοκιμῶν ἐν ἐπισκόποις φαίνοιτο σοφίας ἐν λόγῳ, κοινὸν δ’ ἡγεῖσθαι τἀγαθὸν τῆς ἑνὸς ἀρετῆς, μηδὲ [*](3 ἔχει Socr. (M), Theod., ἔχειν HSS | ἵνα hier das neue Cap. (κ) in V | δὴ Diels, δὲ HSS | κεφαλαιωδέστατον Socr., Theod., V, κεφαλαιωδέστερον JMBA | 4 ἤρεσαι V | 6 ἁγιώτητι V, Socr., Theod. (Cod. A), ἐστιν Theod. (Cod. B), ῇ—ἐπιμιξία < MBA | ἁγιώτητι V, Socr., Theod. (Cod. A), ἐστι J, ἐστιν Τheod. (Cod.B), MBA | 9 τούτων hier kein neues Cap. in V | οὕτω (οὕτως Τheod.Cod. A ) στοιχούντων των Socr., Theod. | τοῦ θεοῦ χάριν VMBA, οὐράνιον χάριν Τheod, οὐνίαν Socr., J | Socr., Theod. | τοῦ θεοῦ χάριν VMBA, οὐράνιον χάριν Τ 10 ὅτι Socr., Theod., εἴτι HSS | 11 πράττεται Α, πράττονται MB | 13 προγεγραμμένα Socr., Theod., V, πεπραγμένα JMBA | 19 ἡμετέρων Socr. (Cod. FM), Theod. (Cod. A), διαφυλάξειεν Τheod. (Cod. B), διαφυλάξοι JMBA | 23 καὶ + vor τῆς πρὸς J | 24 παρέχων V, παρέχον JMBA | 25 ἐπειδὴ] ἐπεὶ J| 26 ὑπὸ ΗSS, ἐπὶ (?) Hk1 | 28 τὰς δὲ — ἐκτρέπεσθαι <V.)

v.1.p.88.
μὴν τῶν μετριωτέρων κατεπαίρεσθαι τοὺς κρείττονας, θεοῦ γὰρ εἶναι τὸ κριτήριον τῶν ἀληθεὶ λόγῳ κρειττόνων, καὶ τοὶς ἀσθενεστέροις δὲ δεῖν ὑποκατακλίνεθαι λόγῳ συγγνώμης, τῷ τὸ τέλειον ἁπανταχοῦ σπάνιον τυγχάνειν.

διὸ καὶ ἀλλήλοις δεῖν τὰ σμικρὰ πταίουσι συγγνώμην νέμειν χαρίζεσθαιί τε καὶ συγχωρεῖν ὅσα ἀνθρώπινα, πάντων περὶ πολλοῦ τιμωμένων τὴν σύμφωνον ἁρμονίαν, ὡς ἄν μὴ πρὸς αλλήλους στασιαζόντων χλεύης αἰτία παρέχηται τοῖς τὸν θεῖον βλασφημεῖν νόμον παρεσκευασμένοις, ὧν μάλιστα κήδεσθαι δεῖν τὰ πάντα, σωθῆναι δυνμενων, εἰ τὰ καθ’ ἡμᾶς αὐτοῖς ζηλωτὰ φαίνοιντο, κακεῖνο δὲ μὴ ἀμφιγνοεῖν ὡς οὐ τοῖς πᾶσιν ἡ ἐκ λόγων ὠφέλεια συντελεῖ.

οἱ μὲν γὰρ τὰ πρὸς τροφὴν χαίρουσζιν ἐπικουρούμενοι, οἱ δὲ τὰς προστασίας ὑποτρέχειν εἰώθασιν, ἄλλοι τοὺς δεσιώσεσι φιλοφρονουμένους ἀσπάζονται, καὶ ξενίοις τιμώμενοι ἀγαπῶσιν ἕτεροι, βραχεῖς δ’ οἱ λόμων ἀληθῶν ἐρασταί, καὶ σπάνιος αὖ ὁ τῆς ἀληθείας φίλος, διὸ πρὸς πάντας ἁρμόττεσθαι δεῖν, ἰατροῦ δίκην ἑκάστῳ τὰ λυσιτελῆ πρὸς σωτηρίαν ποριξομένους, ὥστ’ ἐξ ἅπαντος τὴν σωτήριον παρὰ τοῖς πᾶσι δοξάζεσθαι διδασκαλίαν.

τοιαῦτα μὲν ἐν πρώτοις παρῄνει, τέλος δ’ ἐπετίθει τὰς ὑπὲρ αὐτοῦ πρὸς τὸν θεὸν ἱκετηρίας ἐσπουσδασμένως ποιεῖσθαι. οὕτω δὴ συνταξάμενος ἐπὶ τὰ σφῶν οἰκεῖα τοὺς πάντας ἐπανιέναι ἠφίει· οἱ δ’ ἐπανῄεσαν σὺν εὐφροσύνῃ, ἐκράτει τε λοιπὸν παρὰ τοῖς πᾶσι μία γνώμη παῥ αὐτῷ βασιλεῖ συμφωνηθεῖσα, συναπτομένων ὥσπερ ὑφ’ ἑνὶ σώματι τῶν ἐκ μακροῦ διῃρημένων.