Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Κατὰ τὸ αὐτὸ δὲ αὐτῷ καὶ τῆς Βασιλείας εἰκοσαετὴς ἐπληροῦτο χρόνος. ἐφ' ᾦ πάνδημοι μὲν ἤγοντο πανηγύρεις τοῖς λοιποῖς [*](16–28 = in Socr. H.E. I, 8, (20), schon von Z. 13 = in Theodoret. H.E. I, 13 (41), vgl. Sozom. H.E. I, 20 (67). –31 ff. vgl. Sozom. H.E. I, 25.) [*](1 ἀμελλήτως V, ἀμελητὶ JM, ἀμελλητὶ ΒΑ | μετεστειλάμην VJ, συμμετεστ. Α, γοῦν μετεστ. Μ, Β2 auf Ras.| 4 nach Βραβεύουσαν + ἐν (vgl. Kol. 3,15) Wil. | 5 ὑμῶν J | πρέπον — μέλλετε < Β1| 6 μὴ οὖν Μ| μὴ + vor dem zweiten δὴ Α | 8 εἶς μέσον < JMBA| 9 ἐπιλύσασθαι V, ἐπιλύσσασθε JMBA| 12 τὴν < JMBA| 16 κατεμέμφοντο Α | δῆτα Theod., δὴ ταῦθ' ΗSS | 18 εὐτόνως Α |20 συνῆγε Socr., Theod. | 23 συμπείθων Socr., Theod., γοῦν πείθων VMB, πείθων JA | 24 τ' ΗSS, δὲ Socr., Theod. | τ' εὶς] τοῖς ΜΒ1 | 31 αὐτῶ steht nach τῆς βασ. in J.)

v.1.p.84.
ἔθνεσιν, τοῖς δέγε τοῦ θεοῦ λειτουργοῖς εὐωχίας αὐτὸς ἐξῆρχε βασιλεύς, συμποσιάζων εἰρηνεύσασι καὶ οἱονεὶ θυσίαν ταύτην ἀποδιδοὺς ἐμπρέπουσαν τῷ θεῷ δι' αὐτῶν· οὐδ' ἀπελείπετό τις ἐπισκόπων βασιλικῆς ἑστιάσεως.

κρεῖττον δ' ἦν παντὸς λόγου τὸ γιγνόμενον· δορυφόροι μὲν γὰρ καὶ ὁπλῖται γυμναῖς ταῖς τῶν ξιφῶν ἀκμαῖς ἐν κύκλῳ τὰ πρόθυρα τῶν βασιλείων ἐφρούρουν, μέσοι δὲ τούτων ἀδεεῖς οἱ τοῦ θεοῦ διέβαινον ἄνθρωποι ἐνδοτάτω τε ἀνακτόρων ἐχώρουν.

εῑτα οἱ μὲν αὐτῷ συνανεκλίνοντο, οἱ δ' ἀμφὶ τὰς ἑκατέρων προσανεπαύοντο καλινάδας. Χριστοῦ βασιλείας ἔδοξεν ἄν τις φαντασιοῦσθαι εἰκόνα, ὄναρ τ' εἶναι ἀλλ' οὐχ ὕπαρ τὸ γινόμενον.