Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

v.1.p.76.

O μὲν δὴ μισόκαλος φθόνος ὧδέ πη τοῖς τῆς ἐκκληςίας βασκαίνων καλοῖς χειμῶνας αὐτῇ καὶ ταραχὰς ἐμφυλίους ἐιρήνης ἐν καρῷ καὶ θυμηδίας εἰργάζετο. οὐ μὴν βασιλεὺς ὁ τῷ θεῷ φίλος τῶν αὐτῷ πρεπόντων κατωλιγώρει, πάντα δὲ πράττων τἀναντία τοῖς μικτὸς ἦν ἐχθροῦ καὶ πολεμίου κρείττων.

αὐτίκα δ´ οὖν οἱ μὲν θεοὺς τοὺς μὴὄντας παντοίαις ἀνάγκαις ἐβιάζοντο σέβειν τοῦ ὄντος ἀφεστῶτες, ὁ δὲ τοὺς μὴ ὄντας ὅτι μὴ εἰσὶν ἔργοις καὶ λόγοις ἀπελέγχων τὸν μόνον ὄντα περεκάλει γνωρίζειν. εἶτα οἱ μὲν βλασφήμοις τὸν Χριστὸν τοῦ θεοῦ διεχλεύαζον φωναὶς, ὀ δὲ ἐφ’ ᾧ μέλιστα οἱ ἄθεοι τὰς βλασφημίας ἐκίνουν τοῦὸ νικητικὸν ἐπεγράφετο φυλακτήριον, τῷ τοῦ πάθους σεμνυνόμενος τροπαίῳ. οἱ μὲν ἤλαυνον ἀοίκους καὶ ἀνεστίους καθιστῶντες τοὺς θεραπευτὰς τοῦ θεοῦ, ὁ δὲ ἀνεκαλεῖτο τοὺς πάντας καὶ ταὶς οἰκείαις ἀπεδίδου ἑστίαις.

οἱ μὲν ἀτιμίαις περιέβαλλον, ὁ δὲ ἐντίμους καὶ ζηλωτοὺς καθίστη τοῖς ἅπασιν. οἰ μὲν ἐδήμευον ἀδίκως τῶν θεοσεβῶν ἀφαρπάζοντες τοὺς βίους, ὁ δὲ ἀπεδίδου πλείστοις ἐπιδαψιλεύμενος χαρίσμασιν. οἱ μὲν διατάμασιν ἐγγράφοις τὰς κατὰ τῶν προέδρων ἐδηοςίευον συκοφαντίας, ὁ δὲ ἔμπαλιν ἐπαίρων καὶ ἀνυψῶν τῇ παρ’αὐτῷ τιμῇ τοὺς ἄνδρας προγράμμασι καὶ νόμοις διαφανεστέρους ἐποίει.

οἱ μὲν ἐκ βάθρων τοὺς εὐκτηρίους οἴκους καθῄρουν, ἄνωθεν ἐξ ὕψους καταστρωννύντες εἰς ἔδαφος, ὁ δὲ τὰς οὔσας ὑψοῦσθαι καὶ καινοτέρας ἀνίστασθαι μεγαλοπρεπῶς ἐξ αὐτῶν τῶν βασιλικῶν θησαυρῶν ἐνο- [*](1 φθόνος V, δαίμων JMBA, vgl. S. 30, 22 | 2 ταραχοὺς J | 3 οὐ μὴν VJ, καὶ μὴν BA, ὁ δὲ δὴ καὶ μὴν M | ὁ J, τῶ V,<MBA | 4 πρεπόντων] προσηκόντων Α| οὐ steht vor κατωλιγώρει in MB2A | δὲ <MBA | 5 τολμημένοις ΜΒ| 6 μὲν <ΜΒΑ |7 nach ὅντας drei Buchst. Ausradiert in J|8 ὁ δὲ—ὄντας <ΜΒΑ| 9 γνωρίζειν] χωρίζειν ΜΒ | 11 ἐκίνουν V, leerer Raum von ungef. 5 Buchst. in J, ἐπέτεινον ΜΒΑ | τοῦτ’ αὐτὸ<ΜΒΑ | νικητικὸν V, ποιητικὸν J, <MBA | ἐπεγράφετο VJ, ἐγράφετο ΜΒΑ | 13 θεραπεύοντας V | θεοῦ V, χριστοῦ JMBA | 15 ζηλωτὰς ΜΒ | 18 τὰς — συκοφντίας Val., ταῖς — συκοφαντιαις HSS | 23 τ’ + vor ἀνιστ. V.)

v.1.p.77.
μοθέτει. οἱ μὲν τὰ θεόπνευστα λόγια ἀφανῆ ποιεῖσθαι πθρὶ φλεχθέντα προςέταττον, ὁ δὲ καὶ ταῦτα πληθύνειν ἐκ βασιλικῶν θησαυρῶν μεγαλοπρεπεῖ κατασκευῇ πολυπλασιαζόμενα διεκελεύετο.

εἰ μὲν συνόδους ἐπισκόπων μηδαμῆ μηδαμῶς τολμᾶν προςέταττον ποιεῖσθαι, ὁ δὲ τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν παρ’ ἑαυτῷ συνεκρότει, βασιλείων τ’ εἴσω παρεῖναι καὶ μέχρι τῶν ἐνδοτάτω χωρεῖν ἑστίας τε καὶ τραπέζης βασιλικῆς κοινωνοὺς γενέσθαι ἡξέιου. οἱ μὲν ἐτίμων ἀναθήμασι τοὺς δαίμονας, ὀ δὲ ἀπεγύμνου τὴν πλάνην, τὴν ἄχρηστον τῶν ἀναθημάτων ὕλην τοῖς χρῆσθαι δυνατοῖς διηνεκῶς νέμων. οἱ μὲν τοὺς νεὼς φιλοτίμως κοσμεῖν ἐκέλευον, ὁ δὲ ἐκ βάιρωμ λαιῄρει τούτων αὐτῶν τὰ μάλιστα παρὰ τοῖς δεισιδαίμοσι πολλοῦ ἄξια.

οἱ μὲν τοὺς ταῦτ θεοῦ μάρτυρας αἰσχίσταις ὑπέβαλλον τιμωρίαις, ὁ δὲ αὐτοὺς μὲν τοὺς ταὺτα δεδρακότας μετῄει σωφρονίζων τῇ πρεπούσῃ τοῦ θεοῦ κολάσει, τῶν δ’ ἀγίων μαρτύρων τοῦ θεροῦ τὰς μνήμας τιμῶν οὐ διελίμπανεν. οἱ μὲν τῶν βασιλικῶν οἴκων ἤλαυνον τοὺς θεοσεβεῖς ἄνδρας, ὁ δ’ αὐτοῖς μάλιστα τούτοις διετέλει θαρρῶν, εὔνους αὐτῷ καὶ πιστοὺς ἁπάντων μᾶλλον τούτους εἶναι γινώσκων.

οἱ μὲν χρημάτων ἥττους ὑπῆρχον Τανταλείῳ πάθει τὴν ψυχὴν δεδουλωμένοι, ὁ. δὲ βασιλικῇ μεγαλοπρεπείᾳ πάντας ἀναπτάσες θησαυροὺς πλουςίᾳ καὶ μεγαλοφύχῳ δεξιᾷ τὰς μεταδόσεις ἐποιεῖτο. οἱ μὲν μυρίους κατειργάζοντο φόνους ἐφ’ ἁρπαγῇ καὶ δημεύσει τῆς τῶν ἀναιρουμένων οὐσίας, Κωνσταντίνου δ’ ἐπὶ τάσῃ τῇ βασιλείᾳ πᾶν ξίφος ὡς ἄχρηστον τοῖς δικασταῖς ἀπῃώρητο, τῶν κατ’ ἔθνος δήμων τε καὶ πολιτευτῶν ἀνδρῶν πατρονομουμένων μᾶλλον ἤ ἀπ’ ἀνάγκαις ἀρχομένων.

εἰς ἃ δὴ ἀποβλέψας εἶπεν ἄν τις εἰκότως νεαρόν τινα καὶ νεοαγῆ βίον ἄρτι τότε φανῆναι δοκεῖν, ξένου φωτὸς ἀθρόου ἐκ σκότους τῷ θνητῷ καταλάμψαντος γένει, θεοῦ τε κτὸ πᾶν ἔρτγον εἶναι ὁμολογεῖν, τῆς τῶν ἀθέων πληθύος ἀντίπαλον τὸν θεοφιλῆ βασιλέα προβεβλημένου.