Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

Ὑμῶν γὰρ ἐν ἀλλήλοις ὑπὲρ μικρῶν καὶ λίαν ἐλαχίστων φιλονεικούντων, τοσοῦτον τοῦ θεοῦ λαόν, ὃν ὑπὸ ταῖς ὑμετέραις χερσὶν εὐθύνεσθαι προςήκει, διχονοεῖν οὔτε πρέπον οὔθ᾿ ὅλως θεμιτὸν εἶναι πιστεύεται.

ἵνα δὲ μικρῷ παραδείγματι τὴν ὑμετέραν σύνεσιν ὑπομνήσαιμι, ἴστε δήπου καὶ τοὺς φιλοςόμους αὐτοὺς ὡς ἑνὶ μὲν ἅπαντες δόγματι συντίθενται, πολλάκις δὲ ἐπειδὰν ἔν τινι τῶν ἀποφάσεων μέρει διαφωνῶσιν, εἶ καὶ τῇ τῆς ἐπιστήμης ἀρετῇ χωρίζονται, τῇ μέντοι τοῦδόγματος ἑνώσει πάλιν εἰς ἀλλήλους συμπνέουσιν. εἰ δὴ τοῦτο ἔστι, πῶς οὐ πολλῷ δικαιότερον ἡμᾶς τοὺς [*](2 ἐρεσχελίας V | προστίθησιν V | 3 φιλοσοφικῆς Val., φυσικῆς HSS, Socr. | 8 nach μέρος + εἶναι VJB1, <Socr., MA | 9 πείσει Socr., V2, B2, A, πόσει Μ, Θείη V1JB1| οὐ VJ, ἢ τίς AB, Socr., ἤ τις ὁ M| ζητημάτων, τη über der Zeilie, V | 10 ἂν + Hkl | 11 ἢ ἡμῶν] ἡ ἡμῶν VM | 12 ἢ τῶν V, ἢ τῶν zwei Mal B1, ἢ τῆ τῶν J, ἢ ἡ τῶν MA, Socr. | 13 σύνεσις MA | συγχωρηςάντων J | 14 ποτέρου AB1, πότερον V, ἐξ ὁποτέρου J, ἐξ ὁποτέρου πότερον Μ, ἐξ ἑκατέρου Socr. | 17 ἐφ᾿ ἑκάτερα V, ἐφ᾿ ἑκατέρω JMBA | σνγγνώμην] γνώμην V | 18 περί του? Hkl | 23 τὸν + vor τοῦ θεοῦ MBA | ὅν ὑπὸ VJB1, <MA | 24 φρεςὶν (χερςὶν Hkl) εὐθύνεσθαι VJ, ἐθύνεσθαι φρεςὶν ΜΒΑ |οὐ+vor προςήκει ΜΒΑ | διὰ τὸ + vor διχονοεῖν ΜΒΑ | ἄλλ᾿ +vor οὔτε JMBA | θεμιτὸν — ἵνα δὲ <Μ |26 nach ὑπομν. + λέξω ΜΒΑ; unnötig | 28 διαφανῶσιν MB1 | χωρίζονται] συμφωνοῦσι J | 30 δὴ] J| ὑμᾶς Socr., Gelas.)

v.1.p.70.
τοῦ μεγάλου θεοῦ θεράποντας καθεστῶτας ἐν τοιαύτῃ προαιρέσει θρησκείας ὁμοψύχους ἀλλήλοις εἶναι;

ἐπισκεψώμεθα δὴ λογισμῷ μείζονι καὶ πλείονι συνέσει τὸ ῥηθέν, εἴπερ ὀρθῶς ἔχει δι᾿ ὀλίγας καὶ ματαίας ῥημάτων ἐν ὑμῖν φιλονεικίας ἀδελφοὺς ἀδελφοῖς ἀντικεῖσθαι καὶ τὸ τῆς συνόδου τίμιον ἀσεβεῖ διχονοίᾳ χωρίζεσθαι δι᾿ ἡμῶν, οἳ πρὸς ἀλλήλους ὑπὲρ μικρῶν οὕτω καὶ μηδαμῶς ἀναγκαίων φιλονεικοῦμεν. δημώδη ταῦτά ἐστι καὶ παιδικαῖς ἀνοίαις ἁρμόττοντα μᾶλλον ἢ τῇ τῶν ἱερέων καὶ φρονίμων ἀνδρῶν συνέσει προςήκοντα.

ἀποστῶμεν ἑκόντες τῶν διαβολικῶν πειρασμῶν. ὁ μέγας ἡμῶν θεός. ὁ σωτὴρ ἁπάντων, κοινὸν ἅπασι τὸ φῶς ἐξέτεινεν· ὑφ᾿ οὗ τῇ προνοίᾳ ταύτην ἐμοὶ τῷ θεραπευτῇ τοῦ κρείττονος τὴν σπουδὴν εἶς τέλος ἐνεγκεῖν συγχωρήσατε, ὅπως αὐτοὺς τοὺς ἐκείνου δήμους ἐμῇ προσφωνήσει καὶ ὑπηρεςίᾳ καὶ νουθεςίας ἐνστάσει πρὸς τὴν τῆς συνόδου κοινωνίαν ἐπανάγαγοιμι.

ἐπειδὴ γάρ, ὡς ἔφην, μία τίς ἐστιν ἐν ἡμῖν πίστις καὶ μία τῆς καθ᾿ ἡμᾶς αἱρέσεως σύνεσις, τό τε τοῦ νόμου παράγγελμα τοῖς δυσὶν αὐτοῦ μέρεσιν εἰς μίαν ψυχῆς πρόθεσιν τὸ ὅλον συγκλείει, τοῦτο ὅπερ ὀλίγη ἐν ὑμῖν ἀλλήλοις φιλονεικίαν ἤγειρεν, ἐπειδὴ μὴ πρὸς τὴν τοῦ παντὸς νόμου δύναμιν ἀνήκει, χωρισμόν τινα καὶ στάσιν ὑμῖν μηδαμῶς ἐμποιείτω.

καὶ λέγω ταῦτα, οὐχ ὡς ἀναγκάζων ὑμᾶς ἐξ ἅπαντος τῇ λίαν εὐήθει καὶ οἵα δήποτέ ἐστιν ἐκείνη ἡ ζήτησις συντίθεσθαι. δύναται γὰρ καὶ τὸ τῆς συνόδου τίμιον ὑμῖν ἀκεραίως σώζεσθαι καὶ μία καὶ ἡ αὐτὴ κατὰ πάντων κοινωνία τηρεῖσθαι, κἂν τὰ μάλιστά τις ἐν μέρει πρὸς ἀλλήλους ὑμῖν ὑπὲρ ἐλαχίστου διαφωνία γένηται, ἐπειδὴ μηδὲ πάντες ἐν ἅπασι ταὐτὸν βουλόμεθα, μηδὲ μία τίς ἐν ἡμῖν φύσις ἢ γνώμη πολιτεύεται. περὶ μὲν οὖν τῆς θείας προνοίας μία τις ἐν ὑμῖν ἔστω πίστις μία σύνεσις μία συνθήκη τοῦ κρείττονος, ἃ δ᾿ ὑπὲρ τῶν ἐλαχίστων τούτων ζητήσεων ἐν ἀλλήλοις ἀκριβολογεῖσθε, κἂν μὴ πρὸς μίαν γνώμην συμφέρησθε, μένειν εἴσω λογισμοῦ προςήκει, τῷ τῆς διανοίας ἀπορρήτῳ τηρούμενα. τὸ μέντοι τῆς κοινῆς φιλίας ἐξαίρετον καὶ ἡ τῆς ἀληθείας πίστις ἥ τε περὶ τὸν θεὸν καὶ τὴν τοῦ νόμου θρησκείαν τιμὴ μενέτω παρ᾿ ὑμῖν ἀσάλευτος· ἐπανέλθετε δὴ πρὸς τὴν ἀλλήλων φιλίαν τε καὶ χάριν, ἀπόδοτε τῷ λαῷ ξύμπαντι [*](2 εἰς ἀλλήλους J | 4 ὑμῖν] ἡμῖν Α |5 δι᾿ ἡμῶν V, δι᾿ ὑμῶν JMBA, Socr., Gelas. | 10 πάντων J | 12 αὐτοὺς] δι᾿ ὑμῶν J | τοὺς < V 14 ἐπανάγοιμι JMBA | 15 ἐν ἡμῖν V, ὑμῖν JMBA | 16 δυςὶν αὐτοῦ Val., δι᾿ ἑαυτοῦ HSS | εἰς, ς über der Zeile, V | 17 οὖν + vor ὅπερ V | ὅπερ V | ὀλίγην <J | Wortfolge ὑμῖν ἐν J | 18 νόμου < JMBA | 19 ἐν + vor ὑμῖν MBA | ποιείτω MBA | 21 ἡ ζήτησις] ζητήσει J | 25 ἡμῖν V, ὑμῖν JMBA | 27 μία σύνεσις steht nach τοῦ κρείττονος in V | 28 κἂν—συμφ. <V | 32 ἐπανέλθατε V.)

v.1.p.71.
τὰς οἰκείας περιπλοκάς, ὑμεῖς τε αὐτοὶ καθάπερ τὰς ἑαυτῶν ψυχὰς ἐκκαθήραντες αὖθις ἀλλήλους ἐπίγνωτε. ἡδίων γὰρ πολλάκις φιλία γίγνεται μετὰ τὴν τῆς ἔχθρας ἀπόθεσιν αὖθις εἰς καταλλαγὴν ἐπανελθοῦσα.“