Vita Constantini

Eusebius of Caesarea

Eusebius. Eusebius Werke, Volume 1. Heikel, Ivar, editor. Leizpig: Hinrichs, 1902.

„Μανθάνω τοίνυν ἐκεῖθεν ὑπῆρχθαι τοῦ παρόντος ζητήματος τὴν καταβολήν. ὅτε γὰρ σύ, ὦ Ἀλέξανδρε, παρὰ τῶν πρεσβυτέρων ἐζήτεις, τί δήποτε αὐτῶν ἕκαστος ὑπέρ τινος τόπου τῶν ἐν τῷ νόμῳ γεγραμμένων μᾶλλον δ᾿ ὑπὲρ ματαίου τινὸς ζητήσεως μέρους ᾐσθάνετο, ὡς σύ, ὦ Ἄρειε, τεῦθ᾿, ὅπερ ἢ μήδ᾿ ἀρχὴν ἐνθυμηθῆναι ἢ ἐνθυμηθέντα σιωπῇ παραδοῦναι προσῆκον ἦν, ἀπροόπτως ἀντέθηκας, ὅθεν τῆς ἐν ὑμῖν διχονοίας ἐγερθείσης ἡ μὲν σύνοδος ἠρνήθη, ὁ δὲ ἁγιώτατος λαὸς εἰς ἀμφοτέρους σχισθεὶς ἐκ τῆς τοῦ κοινοῦ σώματος ἁρμονίας ἐχωρίσθη.

οὐκοῦν ἑκάτερος ὑμῶν, ἐξ ἴσου τὴν συγγνώμην παρασχών, ὅπερ ἂν ὑμῖν ὁ συνθεράπων ὑμῶν δικαίως παραινῇ δεξάσθω. τί δὲ τοῦτό ἐστιν; οὔτε ἐρωτᾶν ὑπὲρ τῶν τοιούτων δὲ ἀρχῆς προσῆκον ἦν, οὔτε ἐρωτώμενον ἀποκρίνε- [*](18 ff.: = Socr. H.E. I,7 (16); = Gelas. Cyzic. II, 4; vgl. Sozom. H.E. I, 16 (59).) [*](2 τῆ καρδία MBA | τραῦμα |πρᾶγμα Α |καίριον ἥψατο] καθήψατο J| 3 γιν. JMBA | 4 τὰ] τῶν V |ἡμᾶς ΜΒ |5 δεῖσθαι J | 8 ταύτην J | τὴν ὁμ.] τὸν ὁμ. ΜΒ | 11 Wortfolge εἰκότως προςάγω V, προςάγω εἰκότως JMBA | 20—22 τί δήποτε αὐτῶν ἕκαστος—ᾐσθάνετο, ὡς σύ Wil., τί δήποτε αὐτῶν ἕκαστος φρονεῖ nach Gelas., oder νοεῖ nach Niceph. — ἐπυνθάνου, σύ τε Val., τί δήποτε αὐτῶν ἕκαστος — ἠσθάνετο ὡς σύ VJ, πυνθάνετο σύ τε M, ποῦ θάνταος ὡς σύ B, πυνθάνοιο, σύ τε A, Socr. | 22 μήδ᾿ ἀρχὴν V, ἐντέθηκας Μ, ἐντέθεικας ΒΑ, Socr. | 25 σχισθεὶς — ἑκάτερος <Μ|26 κοινοῦ< J | 28 παραινῆ AJ, ῆ auf Ras. J, Socr. cod. M, παραινεῖ VMB, Socr. | 29 τῶν <| ἀποκρίνασθαι JMB, Socr.)

v.1.p.69.
σθαι τὰς γὰρ τοιαύτας ζητήσεις, ὁπόσας μὴ νόμου τινὸς ἀνάγκη προστάττει ἀλλ᾿ ἀνωφελοῦς ἀργίας ἐρεσχελία προτίθησιν εἰ καὶ φιλοσοφικῆς τινος γυμναςίας ἕνεκα γίγνοιτο, ὅμως ὀφείλομεν εἴσω τῆς διανοίας ἐγκλείειν καὶ μὴ προχείρως εἰς δημοςίας συνόδους ἐκφέρειν, μηδὲ ταῖς τῶν δήμων ἀκοαῖς ἀπρονοήτως πιστεύειν.

πόσος γάρ ἐστιν ἕκαστος, ὡς πραγμάτων οὕτω μεγάλων καὶ λίαν δυσχερῶν δύναμιν ἢ πρὸς τὸ ἀκριβὲς συνιδεῖν ἢ κατ᾿ ἀξίαν ἑρμηνεῦσαι; εἰ δὲ καὶ τοῦτό τις εὐχερῶς ποιεῖν νομισθείη, πόσον δήπου μέρος τοῦ δήμου πείσει; ἢ τίς ταῖς τῶν τοιούτων ζητημάτων ἀκριβείαις ἔξω τῆς ἐπικινδύνου παρολισθήσεως ἂν ἀντισταίη;

οὐκοῦν ἐφεκτέον ἐστὶν ἐν τοῖς τοιούτοις τὴν πολυλογίαν, ἵνα μήπως, ἢ ἡμῶν ἀσθενείᾳ φύσεως τὸ προταθὲν ἑρμηνεῦσαι μὴ δυνηθέντων, ἢ τῶν ἀκροατῶν βραδυτέρᾳ συνέσει πρὸς ἀκριβῆ τοῦ ῥηθέντος κατάληψιν ἐλθεῖν μὴ χωρηςάντων, ἐξ ὁποτέρου τούτων ἢ βλασφημίας ἢ σχίσματος εἰς ἀνάγκην ὁ δῆμος περισταίη.“